diax
Agioi1

Προφήτης Ἀββακούμ (2 Δεκεμβρίου)

ProfitisAvakoum15 Ἀββακούμ, πού τό ὄνομά του σημαίνει «θερμός ἐναγκαλισμός», ἦταν ἀπό τή φυλή τοῦ Συμεών καί γιός τοῦ Σαφάτ. Ὁ χρόνος πού ἔδρασε τίθεται μεταξύ 650 καί 672 π.Χ.
Στό προφητικό του βιβλίο, πού διακρίνεται γιά τήν ἀξιόλογη λογοτεχνική του χάρη, ἐλέγχει τόν ἰουδαϊκό λαό, ἐπειδή παρεξέκλινε ἀπό τήν ἀληθινή θρησκεία στήν εἰδωλολατρία.
Νά τί συγκεκριμένα ἀναφέρει, σχετικά μέ τό πῶς πρέπει κανείς νά πιστεύει στόν Θεό:
«Ἐάν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δέ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Ἐγώ δέ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρίσομαι ἐπί τῷ Θεῷ τῷ σωτήρι μου».
Πού σημαίνει, ἂν κανείς λιποψυχήσει καί ἀδημονήσει στίς διάφορες δοκιμασίες, ἂς μάθει, λέει ὁ Κύριος, ὅτι δέν ἐπαναπαύεται ἡ ψυχή μου σ’ αὐτόν. Ὁ δίκαιος πού πιστεύει σ’ ἐμένα καί τηρεῖ τό Νόμο μου, θά σωθεῖ καί θά ζήσει. Ἐγώ ὅμως, λέει ὁ Προφήτης, θά ἀγάλλομαι ἐλπίζοντας στόν Κύριο. Θά γεμίσει χαρά ἡ καρδιά μου γιά τόν σωτήρα μου Θεό.
Ὁ προφήτης Ἀββακούμ πέθανε εἰρηνικά καί τάφηκε στόν τόπο τῶν πατέρων του.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ὄρος προέγραψας, τήν Θεοτόκον Ἁγνήν, ἐξ ἧς ἡμῖν ἔλαμψεν, ὁ τῶν ἁπάντων Θεός, σαρκός ὁμοιώματι. Ὅθεν σε ὡς Προφήτην, θεηγόρον τιμῶντες, χάριτος οὐρανίου, μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακούμ ἔνδοξε.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς προφητείας τήν κιθάραν τήν θεόφθογγον
Τήν προηχήσασαν Χριστοῦ τήν συγκατάβασιν
Ἀββακούμ ἀνευφημήσωμεν τόν Θεόπτην.
Ἐμπνευσθεῖς γάρ τῇ ἐλλάμψει τοῦ Θεοῦ ἡμῶν
Ἐμφανῶς προδιετύπωσε τά μέλλοντα,
Τούτῳ λέγοντες, χαῖρε σκεῦος τοῦ Πνεύματος.

Μεγαλυνάριον.
Τό φῶς ὡς προεῖπας τό Πατρικόν, ἐν ναῷ οἰκείῳ, καθωράθη σωματικῶς· ὅθεν οἱ τήν αἴγλην, αὐτοῦ εἰσδεδεγμένοι, ἐν ὕμνοις Ἀββακούμ σε, φαιδροῖς δοξάζομεν.

Ἁγία Μυρώπη ἢ Μερόπη ἡ Μάρτυς (2 Δεκεμβρίου)

AgiaMiropi1πό τίς πιό γενναῖες γυναῖκες, πού μαρτύρησαν στά πρῶτα χρόνια τῆς χριστιανικῆς Ἐκκλησίας.
Ἔζησε στά μέσα του 3ου αἰώνα μ.Χ. καί γεννήθηκε στήν πόλη Ἔφεσο.
Ἔχασε νωρίς τόν πατέρα της καί ἀνατράφηκε στήν πίστη τοῦ Χριστοῦ ἀπό τήν μητέρα της, πού καταγόταν ἀπό τή Χίο. Λέγεται ὅτι στήν Ἔφεσο, ἡ Ἁγία πήγαινε καθημερινά στόν τάφο τῆς Ἁγίας Ἐρμιόνης, θυγατέρας τοῦ Ἀποστόλου Φιλίππου καί ἔπαιρνε τό ἀναβλύζον ἀπ’ αὐτόν μύρο καί τόν ἔδινε μέ ἀφθονία στούς πιστούς, γι’ αὐτό καί ὀνομάστηκε Μυρώπη.
Ὅταν ὁ Δέκιος ἐξαπέλυσε ἄγριο διωγμό κατά τῶν χριστιανῶν, ἡ Μυρώπη μέ τήν μητέρα της ἄφησε τήν Ἔφεσο καί πῆγαν στή Χίο, ὅπου εὐεργετοῦσαν ἀπόρους ἀσθενεῖς. Ἀλλά ὁ διωγμός ἐξαπλώθηκε καί στήν εἰρηνική Χίο καί μεταξύ τῶν θυμάτων ἦταν καί ὁ Ἅγιος Ἰσίδωρος († 14 Μαΐου).
Ὁ εἰδωλολάτρης ἄρχοντας Νουμέριος, διέταξε νά μείνει ἄταφο τό σεπτό λείψανο τοῦ μάρτυρα. Ἀλλά ἡ Μυρώπη, ἀφοῦ διέφυγε τῆς προσοχῆς τοῦ φύλακα, μαζί μέ τίς ὑπηρέτριές της, πῆρε τό λείψανο καί τό ἔθαψε μέ μεγάλη εὐλάβεια. Τότε ὁ Νουμέριος διέταξε νά τιμωρηθεῖ αὐστηρά ὁ φρουρός.
Ἡ εἴδηση συντάραξε τήν φιλοδίκαια καί εἰλικρινή κόρη. Γι’ αὐτό καί παρουσιάστηκε χωρίς δισταγμό καί εἶπε ὅλη τήν ἀλήθεια στόν ἄρχοντα.
Ὁ Νουμέριος, χωρίς νά συγκινηθεῖ ἀπό τήν εὐψυχία τῆς Μυρώπης, γεμάτος θυμό καί ἐκδίκηση, διέταξε νά τιμωρηθεῖ ἡ Μυρώπη μέχρι θανάτου. Τότε οἱ στρατιῶτες τήν ξάπλωσαν στή γῆ καί τήν ἔδειραν σκληρά μέ χοντρά ραβδιά.
Ἡ ἀνδρεία τῆς Μυρώπης ὑπέμεινε τίς θανατηφόρες πληγές, χωρίς κραυγή καί λιποψυχία.
Εὔψυχη μέ τήν θεία χάρη, ἔμεινε ἀκλόνητη στήν πίστη, καί παρέδωσε μετά ἀπό λίγο τό πνεῦμα της στήν φυλακή, ἀνεβαίνοντας στά ἀθάνατα σκηνώματα τῶν δικαίων.
Στόν Συναξαριστή τοῦ Delehaye ἡ μνήμη της γιορτάζεται στίς 23 Νοεμβρίου.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ὅσιος Κύριλλος ὁ Φιλεώτης (2 Δεκεμβρίου)

OsiosKyrilos_Fileotis3εννήθηκε τό 1015 στό χωριό Φιλέα τῆς ἐπαρχίας Δέρκων τῆς Θράκης. Κατά τό Ἅγιο Βάπτισμα ὀνομάστηκε Κυριάκος (Κύριλλος ὑπῆρξε ἔπειτα τό καλογερικό του ὄνομα) καί ἀπό μικρός διακρίθηκε στά ἱερά γράμματα. Στό εἰκοστό ἔτος τῆς ἡλικίας του παντρεύτηκε καί ἀπόκτησε παιδί.
Ἀλλά ἐπειδή εἶχε ζῆλο στόν μοναχικό βίο, ὅπως ὅλοι της ἐποχῆς ἐκείνης, ἀποφάσισε νά ἐγκαταλείψει τήν γυναίκα του καί τό παιδί του καί νά ἀποσυρθεῖ σέ μοναστήρι, λέγοντας στήν γυναίκα του: «ἢ νά χωρίσουμε, ἢ νά πᾶμε καί οἱ δυό σέ μοναστήρι».
Ἡ γυναίκα του ὅμως δέν δέχτηκε τίποτα ἀπό αὐτά καί ἔτσι ὁ Κύριλλος ἔμεινε στό σπίτι του ζώντας ἀσκητικά.
Ἔπειτα ἵδρυσε (1060) μοναστήρι στό χωριό ἐκεῖνο, τοῦ ὁποίου τό ναό ἀνήγειρε ὁ Ἀλέξιος Κομνηνός.
Ἔτσι αφοῦ ὁσιακά ἔζησε ὁ Κύριλλος, ἀπεβίωσε εἰρηνικά τό 1110.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ξένος καί πάροικος, τῶν ἐπιγείων τερπνῶν, ζωήν τήν ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, Πατήρ ἡμῶν Κύριλλε· ὅθεν τάς οὐρανίους, εἰληφώς ἀντιδόσεις, πρέσβευε θεοφόρε, τῷ Σωτῆρι τῶν ὅλων, δοθῆναι τοῖς σέ τιμῶσι, χάριν καί ἔλεος.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἀκολουθήσας τῷ Δεσπότῃ τῶν ὅλων, τῶν προσηκόντων ἀπηρνήσω τήν σχέσιν, καί τόν σταυρόν σου Κύριλλε ἐβάστασας στερρῶς· ὅθεν ἐχρημάτισας, τῆς Τριάδος δοχεῖον, καί Ὁσίων σύσκηνος, διά βίου ἐνθέου· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὑπέρ τῶν πίστει, τιμώντων σε Ὅσιε.

Μεγαλυνάριον.
Σύνοικον τήν χάριν πεπλουτηκώς, συζύγου τόν πόθον, ὑπερεῖδες θεοπρεπῶς, καί δικαιοσύνης, ἐργάτης ἀνεδείχθης, Κύριλλε θεοφόρε· διό δεδόξασαι.

Programma1

Nisteiodromio1
 
30 Νοεμβρίου 2020 
Νηστεία- Επιτρέπεται το ψάρι
 
1 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι
  
2 Δεκεμβρίου 2020 
Νηστεία
 
 
3 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι 
  
4 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το λάδι 
και ο οίνος

  
 5 Δεκεμβρίου 2020
 Νηστεία - Επιτρέπεται το ψάρι
 
6 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι

Κεφάλαιο 1

1.1 Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· 1.2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. 1.3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ͵ 1.4 δι΄ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται͵ ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως͵ ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. 1.5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν͵ ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν͵ 1.6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν͵ ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν͵ ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν͵ 1.7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν͵ ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. 1.8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· 1.9 ᾧ γὰρ μὴ πάρεστιν ταῦτα͵ τυφλός ἐστιν μυωπάζων͵ λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. 1.10 διὸ μᾶλλον͵ ἀδελφοί͵ σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· 1.11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 1.12 Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων͵ καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 1.13 δίκαιον δὲ ἡγοῦμαι͵ ἐφ΄ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι͵ διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει͵ 1.14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου͵ καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι· 1.15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 1.16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν͵ ἀλλ΄ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 1.17 λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης͵ Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν͵ εἰς ὃν ἐγὼ εὐδόκησα 1.18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει. 1.19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον͵ ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ͵ ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· 1.20 τοῦτο πρῶτον γινώσκοντες͵ ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται· 1.21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ͵ ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ θεοῦ ἄνθρωποι.

Κεφάλαιο 2

2.1 ᾿Εγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2.2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 2.3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. 2.4 εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων  οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 2.5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 2.6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς, 2.7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο· 2.8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν·- 2.9 οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 2.10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταί, αὐθάδεις! δόξας οὐ τρέμουσι βλασφημοῦντες, 2.11 ὅπου ἄγγελοι, ἰσχύῑ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ᾿ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν. 2.12 οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, 2.13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν, 2.14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα! 2.15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 2.16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. 2.17 οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. 2.18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 2.19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. 2.20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος ᾿Ιησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 2.21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 2.22 συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

Κεφάλαιο 3

3.1 Τοιαύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, 3.2 μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος, 3.3 τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι 3.4 καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως. 3.5 λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾿ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ  λόγῳ, 3.6 δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 3.7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. 3.8 ᾿Εν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία, 3.9 οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 3.10 ῞Ηξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. 3.11 Τούτων οὖν πάντων λυομένων ποταποὺς δεῖ  ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 3.12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται! 3.13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. 3.14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 3.15 καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, 3.16 ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 3.17 ῾Υμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ, 3.18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος ᾿Ιησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος· ἀμήν.