diax
Agioi1

Προφήτης Ἀββακούμ (2 Δεκεμβρίου)

ProfitisAvakoum15 Ἀββακούμ, πού τό ὄνομά του σημαίνει «θερμός ἐναγκαλισμός», ἦταν ἀπό τή φυλή τοῦ Συμεών καί γιός τοῦ Σαφάτ. Ὁ χρόνος πού ἔδρασε τίθεται μεταξύ 650 καί 672 π.Χ.
Στό προφητικό του βιβλίο, πού διακρίνεται γιά τήν ἀξιόλογη λογοτεχνική του χάρη, ἐλέγχει τόν ἰουδαϊκό λαό, ἐπειδή παρεξέκλινε ἀπό τήν ἀληθινή θρησκεία στήν εἰδωλολατρία.
Νά τί συγκεκριμένα ἀναφέρει, σχετικά μέ τό πῶς πρέπει κανείς νά πιστεύει στόν Θεό:
«Ἐάν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δέ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Ἐγώ δέ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρίσομαι ἐπί τῷ Θεῷ τῷ σωτήρι μου».
Πού σημαίνει, ἂν κανείς λιποψυχήσει καί ἀδημονήσει στίς διάφορες δοκιμασίες, ἂς μάθει, λέει ὁ Κύριος, ὅτι δέν ἐπαναπαύεται ἡ ψυχή μου σ’ αὐτόν. Ὁ δίκαιος πού πιστεύει σ’ ἐμένα καί τηρεῖ τό Νόμο μου, θά σωθεῖ καί θά ζήσει. Ἐγώ ὅμως, λέει ὁ Προφήτης, θά ἀγάλλομαι ἐλπίζοντας στόν Κύριο. Θά γεμίσει χαρά ἡ καρδιά μου γιά τόν σωτήρα μου Θεό.
Ὁ προφήτης Ἀββακούμ πέθανε εἰρηνικά καί τάφηκε στόν τόπο τῶν πατέρων του.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ὄρος προέγραψας, τήν Θεοτόκον Ἁγνήν, ἐξ ἧς ἡμῖν ἔλαμψεν, ὁ τῶν ἁπάντων Θεός, σαρκός ὁμοιώματι. Ὅθεν σε ὡς Προφήτην, θεηγόρον τιμῶντες, χάριτος οὐρανίου, μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακούμ ἔνδοξε.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς προφητείας τήν κιθάραν τήν θεόφθογγον
Τήν προηχήσασαν Χριστοῦ τήν συγκατάβασιν
Ἀββακούμ ἀνευφημήσωμεν τόν Θεόπτην.
Ἐμπνευσθεῖς γάρ τῇ ἐλλάμψει τοῦ Θεοῦ ἡμῶν
Ἐμφανῶς προδιετύπωσε τά μέλλοντα,
Τούτῳ λέγοντες, χαῖρε σκεῦος τοῦ Πνεύματος.

Μεγαλυνάριον.
Τό φῶς ὡς προεῖπας τό Πατρικόν, ἐν ναῷ οἰκείῳ, καθωράθη σωματικῶς· ὅθεν οἱ τήν αἴγλην, αὐτοῦ εἰσδεδεγμένοι, ἐν ὕμνοις Ἀββακούμ σε, φαιδροῖς δοξάζομεν.

Ἁγία Μυρώπη ἢ Μερόπη ἡ Μάρτυς (2 Δεκεμβρίου)

AgiaMiropi1πό τίς πιό γενναῖες γυναῖκες, πού μαρτύρησαν στά πρῶτα χρόνια τῆς χριστιανικῆς Ἐκκλησίας.
Ἔζησε στά μέσα του 3ου αἰώνα μ.Χ. καί γεννήθηκε στήν πόλη Ἔφεσο.
Ἔχασε νωρίς τόν πατέρα της καί ἀνατράφηκε στήν πίστη τοῦ Χριστοῦ ἀπό τήν μητέρα της, πού καταγόταν ἀπό τή Χίο. Λέγεται ὅτι στήν Ἔφεσο, ἡ Ἁγία πήγαινε καθημερινά στόν τάφο τῆς Ἁγίας Ἐρμιόνης, θυγατέρας τοῦ Ἀποστόλου Φιλίππου καί ἔπαιρνε τό ἀναβλύζον ἀπ’ αὐτόν μύρο καί τόν ἔδινε μέ ἀφθονία στούς πιστούς, γι’ αὐτό καί ὀνομάστηκε Μυρώπη.
Ὅταν ὁ Δέκιος ἐξαπέλυσε ἄγριο διωγμό κατά τῶν χριστιανῶν, ἡ Μυρώπη μέ τήν μητέρα της ἄφησε τήν Ἔφεσο καί πῆγαν στή Χίο, ὅπου εὐεργετοῦσαν ἀπόρους ἀσθενεῖς. Ἀλλά ὁ διωγμός ἐξαπλώθηκε καί στήν εἰρηνική Χίο καί μεταξύ τῶν θυμάτων ἦταν καί ὁ Ἅγιος Ἰσίδωρος († 14 Μαΐου).
Ὁ εἰδωλολάτρης ἄρχοντας Νουμέριος, διέταξε νά μείνει ἄταφο τό σεπτό λείψανο τοῦ μάρτυρα. Ἀλλά ἡ Μυρώπη, ἀφοῦ διέφυγε τῆς προσοχῆς τοῦ φύλακα, μαζί μέ τίς ὑπηρέτριές της, πῆρε τό λείψανο καί τό ἔθαψε μέ μεγάλη εὐλάβεια. Τότε ὁ Νουμέριος διέταξε νά τιμωρηθεῖ αὐστηρά ὁ φρουρός.
Ἡ εἴδηση συντάραξε τήν φιλοδίκαια καί εἰλικρινή κόρη. Γι’ αὐτό καί παρουσιάστηκε χωρίς δισταγμό καί εἶπε ὅλη τήν ἀλήθεια στόν ἄρχοντα.
Ὁ Νουμέριος, χωρίς νά συγκινηθεῖ ἀπό τήν εὐψυχία τῆς Μυρώπης, γεμάτος θυμό καί ἐκδίκηση, διέταξε νά τιμωρηθεῖ ἡ Μυρώπη μέχρι θανάτου. Τότε οἱ στρατιῶτες τήν ξάπλωσαν στή γῆ καί τήν ἔδειραν σκληρά μέ χοντρά ραβδιά.
Ἡ ἀνδρεία τῆς Μυρώπης ὑπέμεινε τίς θανατηφόρες πληγές, χωρίς κραυγή καί λιποψυχία.
Εὔψυχη μέ τήν θεία χάρη, ἔμεινε ἀκλόνητη στήν πίστη, καί παρέδωσε μετά ἀπό λίγο τό πνεῦμα της στήν φυλακή, ἀνεβαίνοντας στά ἀθάνατα σκηνώματα τῶν δικαίων.
Στόν Συναξαριστή τοῦ Delehaye ἡ μνήμη της γιορτάζεται στίς 23 Νοεμβρίου.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ὅσιος Κύριλλος ὁ Φιλεώτης (2 Δεκεμβρίου)

OsiosKyrilos_Fileotis3εννήθηκε τό 1015 στό χωριό Φιλέα τῆς ἐπαρχίας Δέρκων τῆς Θράκης. Κατά τό Ἅγιο Βάπτισμα ὀνομάστηκε Κυριάκος (Κύριλλος ὑπῆρξε ἔπειτα τό καλογερικό του ὄνομα) καί ἀπό μικρός διακρίθηκε στά ἱερά γράμματα. Στό εἰκοστό ἔτος τῆς ἡλικίας του παντρεύτηκε καί ἀπόκτησε παιδί.
Ἀλλά ἐπειδή εἶχε ζῆλο στόν μοναχικό βίο, ὅπως ὅλοι της ἐποχῆς ἐκείνης, ἀποφάσισε νά ἐγκαταλείψει τήν γυναίκα του καί τό παιδί του καί νά ἀποσυρθεῖ σέ μοναστήρι, λέγοντας στήν γυναίκα του: «ἢ νά χωρίσουμε, ἢ νά πᾶμε καί οἱ δυό σέ μοναστήρι».
Ἡ γυναίκα του ὅμως δέν δέχτηκε τίποτα ἀπό αὐτά καί ἔτσι ὁ Κύριλλος ἔμεινε στό σπίτι του ζώντας ἀσκητικά.
Ἔπειτα ἵδρυσε (1060) μοναστήρι στό χωριό ἐκεῖνο, τοῦ ὁποίου τό ναό ἀνήγειρε ὁ Ἀλέξιος Κομνηνός.
Ἔτσι αφοῦ ὁσιακά ἔζησε ὁ Κύριλλος, ἀπεβίωσε εἰρηνικά τό 1110.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ξένος καί πάροικος, τῶν ἐπιγείων τερπνῶν, ζωήν τήν ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, Πατήρ ἡμῶν Κύριλλε· ὅθεν τάς οὐρανίους, εἰληφώς ἀντιδόσεις, πρέσβευε θεοφόρε, τῷ Σωτῆρι τῶν ὅλων, δοθῆναι τοῖς σέ τιμῶσι, χάριν καί ἔλεος.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἀκολουθήσας τῷ Δεσπότῃ τῶν ὅλων, τῶν προσηκόντων ἀπηρνήσω τήν σχέσιν, καί τόν σταυρόν σου Κύριλλε ἐβάστασας στερρῶς· ὅθεν ἐχρημάτισας, τῆς Τριάδος δοχεῖον, καί Ὁσίων σύσκηνος, διά βίου ἐνθέου· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὑπέρ τῶν πίστει, τιμώντων σε Ὅσιε.

Μεγαλυνάριον.
Σύνοικον τήν χάριν πεπλουτηκώς, συζύγου τόν πόθον, ὑπερεῖδες θεοπρεπῶς, καί δικαιοσύνης, ἐργάτης ἀνεδείχθης, Κύριλλε θεοφόρε· διό δεδόξασαι.

Programma1

Nisteiodromio1
 
30 Νοεμβρίου 2020 
Νηστεία- Επιτρέπεται το ψάρι
 
1 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι
  
2 Δεκεμβρίου 2020 
Νηστεία
 
 
3 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι 
  
4 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το λάδι 
και ο οίνος

  
 5 Δεκεμβρίου 2020
 Νηστεία - Επιτρέπεται το ψάρι
 
6 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι

Κεφάλαιο 1

1.1 Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ ᾽Ιησοῦ 1.2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ κυρίου ἡμῶν. 1.3 Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, 1.4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 1.5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 1.6 δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· 1.7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 1.8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, 1.9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ ᾽Ιησοῦ πρὸ χρόνων αἰωνίων, 1.10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ᾽Ιησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 1.11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος. 1.12 δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 1.13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ ᾽Ιησοῦ· 1.14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. 1.15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ᾽Ασίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. 1.16 δῴη ἔλεος ὁ κύριος τῷ ᾽Ονησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, 1.17 ἀλλὰ γενόμενος ἐν ῾Ρώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν 1.18 - δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ - καὶ ὅσα ἐν ᾽Εφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.

Κεφάλαιο 2

2.1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, 2.2 καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 2.3 συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. 2.4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· 2.5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 2.6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 2.7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 2.8 Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 2.9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. 2.10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου. 2.11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 2.12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 2.13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.

Κεφάλαιο 3

3.1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· 3.2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3.3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 3.4 προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 3.5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. 3.6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 3.7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 3.8 ὃν τρόπον δὲ ᾽Ιάννης καὶ ᾽Ιαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν· 3.9 ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. 3.10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 3.11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν ᾽Αντιοχείᾳ, ἐν ᾽Ικονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 3.12 καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται· 3.13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 3.14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες, 3.15 καὶ ὅτι ἀπὸ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾽Ιησοῦ. 3.16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 3.17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

Κεφάλαιο 4

4.1 Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, 4.2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 4.3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4.4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 4.5 σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 4.6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. 4.7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 4.8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. 4.9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 4.10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 4.11 Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 4.12 Τυχικὸν δὲ ἀπέστειλα εἰς ῎Εφεσον. 4.13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 4.14 ᾿Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 4.15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 4.16 ᾿Εν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 4.17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 4.18 καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 4.19 ῎Ασπασαι Πρίσκαν καὶ ᾿Ακύλαν καὶ τὸν ᾿Ονησιφόρου οἶκον. 4.20 ῎Εραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 4.21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ᾿Ασπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 4.22 ῾Ο Κύριος ᾿Ιησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. ῾Η χάρις μεθ᾿ ὑμῶν· ἀμήν.