diax
Agioi1

Προφήτης Ἀββακούμ (2 Δεκεμβρίου)

ProfitisAvakoum15 Ἀββακούμ, πού τό ὄνομά του σημαίνει «θερμός ἐναγκαλισμός», ἦταν ἀπό τή φυλή τοῦ Συμεών καί γιός τοῦ Σαφάτ. Ὁ χρόνος πού ἔδρασε τίθεται μεταξύ 650 καί 672 π.Χ.
Στό προφητικό του βιβλίο, πού διακρίνεται γιά τήν ἀξιόλογη λογοτεχνική του χάρη, ἐλέγχει τόν ἰουδαϊκό λαό, ἐπειδή παρεξέκλινε ἀπό τήν ἀληθινή θρησκεία στήν εἰδωλολατρία.
Νά τί συγκεκριμένα ἀναφέρει, σχετικά μέ τό πῶς πρέπει κανείς νά πιστεύει στόν Θεό:
«Ἐάν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δέ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Ἐγώ δέ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρίσομαι ἐπί τῷ Θεῷ τῷ σωτήρι μου».
Πού σημαίνει, ἂν κανείς λιποψυχήσει καί ἀδημονήσει στίς διάφορες δοκιμασίες, ἂς μάθει, λέει ὁ Κύριος, ὅτι δέν ἐπαναπαύεται ἡ ψυχή μου σ’ αὐτόν. Ὁ δίκαιος πού πιστεύει σ’ ἐμένα καί τηρεῖ τό Νόμο μου, θά σωθεῖ καί θά ζήσει. Ἐγώ ὅμως, λέει ὁ Προφήτης, θά ἀγάλλομαι ἐλπίζοντας στόν Κύριο. Θά γεμίσει χαρά ἡ καρδιά μου γιά τόν σωτήρα μου Θεό.
Ὁ προφήτης Ἀββακούμ πέθανε εἰρηνικά καί τάφηκε στόν τόπο τῶν πατέρων του.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ὄρος προέγραψας, τήν Θεοτόκον Ἁγνήν, ἐξ ἧς ἡμῖν ἔλαμψεν, ὁ τῶν ἁπάντων Θεός, σαρκός ὁμοιώματι. Ὅθεν σε ὡς Προφήτην, θεηγόρον τιμῶντες, χάριτος οὐρανίου, μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακούμ ἔνδοξε.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς προφητείας τήν κιθάραν τήν θεόφθογγον
Τήν προηχήσασαν Χριστοῦ τήν συγκατάβασιν
Ἀββακούμ ἀνευφημήσωμεν τόν Θεόπτην.
Ἐμπνευσθεῖς γάρ τῇ ἐλλάμψει τοῦ Θεοῦ ἡμῶν
Ἐμφανῶς προδιετύπωσε τά μέλλοντα,
Τούτῳ λέγοντες, χαῖρε σκεῦος τοῦ Πνεύματος.

Μεγαλυνάριον.
Τό φῶς ὡς προεῖπας τό Πατρικόν, ἐν ναῷ οἰκείῳ, καθωράθη σωματικῶς· ὅθεν οἱ τήν αἴγλην, αὐτοῦ εἰσδεδεγμένοι, ἐν ὕμνοις Ἀββακούμ σε, φαιδροῖς δοξάζομεν.

Ἁγία Μυρώπη ἢ Μερόπη ἡ Μάρτυς (2 Δεκεμβρίου)

AgiaMiropi1πό τίς πιό γενναῖες γυναῖκες, πού μαρτύρησαν στά πρῶτα χρόνια τῆς χριστιανικῆς Ἐκκλησίας.
Ἔζησε στά μέσα του 3ου αἰώνα μ.Χ. καί γεννήθηκε στήν πόλη Ἔφεσο.
Ἔχασε νωρίς τόν πατέρα της καί ἀνατράφηκε στήν πίστη τοῦ Χριστοῦ ἀπό τήν μητέρα της, πού καταγόταν ἀπό τή Χίο. Λέγεται ὅτι στήν Ἔφεσο, ἡ Ἁγία πήγαινε καθημερινά στόν τάφο τῆς Ἁγίας Ἐρμιόνης, θυγατέρας τοῦ Ἀποστόλου Φιλίππου καί ἔπαιρνε τό ἀναβλύζον ἀπ’ αὐτόν μύρο καί τόν ἔδινε μέ ἀφθονία στούς πιστούς, γι’ αὐτό καί ὀνομάστηκε Μυρώπη.
Ὅταν ὁ Δέκιος ἐξαπέλυσε ἄγριο διωγμό κατά τῶν χριστιανῶν, ἡ Μυρώπη μέ τήν μητέρα της ἄφησε τήν Ἔφεσο καί πῆγαν στή Χίο, ὅπου εὐεργετοῦσαν ἀπόρους ἀσθενεῖς. Ἀλλά ὁ διωγμός ἐξαπλώθηκε καί στήν εἰρηνική Χίο καί μεταξύ τῶν θυμάτων ἦταν καί ὁ Ἅγιος Ἰσίδωρος († 14 Μαΐου).
Ὁ εἰδωλολάτρης ἄρχοντας Νουμέριος, διέταξε νά μείνει ἄταφο τό σεπτό λείψανο τοῦ μάρτυρα. Ἀλλά ἡ Μυρώπη, ἀφοῦ διέφυγε τῆς προσοχῆς τοῦ φύλακα, μαζί μέ τίς ὑπηρέτριές της, πῆρε τό λείψανο καί τό ἔθαψε μέ μεγάλη εὐλάβεια. Τότε ὁ Νουμέριος διέταξε νά τιμωρηθεῖ αὐστηρά ὁ φρουρός.
Ἡ εἴδηση συντάραξε τήν φιλοδίκαια καί εἰλικρινή κόρη. Γι’ αὐτό καί παρουσιάστηκε χωρίς δισταγμό καί εἶπε ὅλη τήν ἀλήθεια στόν ἄρχοντα.
Ὁ Νουμέριος, χωρίς νά συγκινηθεῖ ἀπό τήν εὐψυχία τῆς Μυρώπης, γεμάτος θυμό καί ἐκδίκηση, διέταξε νά τιμωρηθεῖ ἡ Μυρώπη μέχρι θανάτου. Τότε οἱ στρατιῶτες τήν ξάπλωσαν στή γῆ καί τήν ἔδειραν σκληρά μέ χοντρά ραβδιά.
Ἡ ἀνδρεία τῆς Μυρώπης ὑπέμεινε τίς θανατηφόρες πληγές, χωρίς κραυγή καί λιποψυχία.
Εὔψυχη μέ τήν θεία χάρη, ἔμεινε ἀκλόνητη στήν πίστη, καί παρέδωσε μετά ἀπό λίγο τό πνεῦμα της στήν φυλακή, ἀνεβαίνοντας στά ἀθάνατα σκηνώματα τῶν δικαίων.
Στόν Συναξαριστή τοῦ Delehaye ἡ μνήμη της γιορτάζεται στίς 23 Νοεμβρίου.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ὅσιος Κύριλλος ὁ Φιλεώτης (2 Δεκεμβρίου)

OsiosKyrilos_Fileotis3εννήθηκε τό 1015 στό χωριό Φιλέα τῆς ἐπαρχίας Δέρκων τῆς Θράκης. Κατά τό Ἅγιο Βάπτισμα ὀνομάστηκε Κυριάκος (Κύριλλος ὑπῆρξε ἔπειτα τό καλογερικό του ὄνομα) καί ἀπό μικρός διακρίθηκε στά ἱερά γράμματα. Στό εἰκοστό ἔτος τῆς ἡλικίας του παντρεύτηκε καί ἀπόκτησε παιδί.
Ἀλλά ἐπειδή εἶχε ζῆλο στόν μοναχικό βίο, ὅπως ὅλοι της ἐποχῆς ἐκείνης, ἀποφάσισε νά ἐγκαταλείψει τήν γυναίκα του καί τό παιδί του καί νά ἀποσυρθεῖ σέ μοναστήρι, λέγοντας στήν γυναίκα του: «ἢ νά χωρίσουμε, ἢ νά πᾶμε καί οἱ δυό σέ μοναστήρι».
Ἡ γυναίκα του ὅμως δέν δέχτηκε τίποτα ἀπό αὐτά καί ἔτσι ὁ Κύριλλος ἔμεινε στό σπίτι του ζώντας ἀσκητικά.
Ἔπειτα ἵδρυσε (1060) μοναστήρι στό χωριό ἐκεῖνο, τοῦ ὁποίου τό ναό ἀνήγειρε ὁ Ἀλέξιος Κομνηνός.
Ἔτσι αφοῦ ὁσιακά ἔζησε ὁ Κύριλλος, ἀπεβίωσε εἰρηνικά τό 1110.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ξένος καί πάροικος, τῶν ἐπιγείων τερπνῶν, ζωήν τήν ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, Πατήρ ἡμῶν Κύριλλε· ὅθεν τάς οὐρανίους, εἰληφώς ἀντιδόσεις, πρέσβευε θεοφόρε, τῷ Σωτῆρι τῶν ὅλων, δοθῆναι τοῖς σέ τιμῶσι, χάριν καί ἔλεος.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἀκολουθήσας τῷ Δεσπότῃ τῶν ὅλων, τῶν προσηκόντων ἀπηρνήσω τήν σχέσιν, καί τόν σταυρόν σου Κύριλλε ἐβάστασας στερρῶς· ὅθεν ἐχρημάτισας, τῆς Τριάδος δοχεῖον, καί Ὁσίων σύσκηνος, διά βίου ἐνθέου· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὑπέρ τῶν πίστει, τιμώντων σε Ὅσιε.

Μεγαλυνάριον.
Σύνοικον τήν χάριν πεπλουτηκώς, συζύγου τόν πόθον, ὑπερεῖδες θεοπρεπῶς, καί δικαιοσύνης, ἐργάτης ἀνεδείχθης, Κύριλλε θεοφόρε· διό δεδόξασαι.

Programma1

Nisteiodromio1
 
30 Νοεμβρίου 2020 
Νηστεία- Επιτρέπεται το ψάρι
 
1 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι
  
2 Δεκεμβρίου 2020 
Νηστεία
 
 
3 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι 
  
4 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το λάδι 
και ο οίνος

  
 5 Δεκεμβρίου 2020
 Νηστεία - Επιτρέπεται το ψάρι
 
6 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι

Κεφάλαιο 1

1.1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ ᾿Ιησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. 1.2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,  1.3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, 1.4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, 1.5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν Πνεύματι ῾Αγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾿ ὑμᾶς· 1.6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ῾Αγίου, 1.7 ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι  τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ ᾿Αχαΐᾳ. 1.8 ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου· οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ ᾿Αχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι· 1.9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, 1.10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, ᾿Ιησοῦν τὸν βυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.

Κεφάλαιο 2

2.1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, 2.2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. 2.3 ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ, 2.4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. 2.5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, 2.6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, 2.7 ἀλλ᾿ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· 2.8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε. 2.9 μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. 2.10 ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, 2.11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι 2.12 καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. 2.13 Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 2.14 ὑμεῖς γὰρ  μιμηταὶ  ἐγενήθητε, ἀδελφοί,  τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ ᾿Ιουδαίᾳ ἐν Χριστῷ ᾿Ιησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν ᾿Ιουδαίων, 2.15 τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων ᾿Ιησοῦν καὶ  τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 2.16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασε δὲ ἐπ᾿ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. 2.17 ῾Ημεῖς, δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾿ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. 2.18 διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς. καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. 2.19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 2.20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ χαρά.

Κεφάλαιο 3

3.1 Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν ᾿Αθήναις μόνοι, 3.2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, 3.3 τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· 3.4 καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 3.5 διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. 3.6 ῎Αρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν, πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, 3.7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· 3.8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. 3.9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, 3.10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; 3.11 Αὐτὸς δὲ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 3.12 ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 3.13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.

Κεφάλαιο 4

4.1 Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ ᾿Ιησοῦ, καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· 4.2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ᾿Ιησοῦ. 4.3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, 4.4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 4.5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν, 4.6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. 4.7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ. 4.8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ῞Αγιον εἰς ὑμᾶς. 4.9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· 4.10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον 4.11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, 4.12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε. 4.13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 4.14 εἰ γὰρ πιστεύομεν ὅτι ᾿Ιησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ᾿Ιησοῦ ἄξει σὺν αὐτῷ. 4.15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 4.16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον 4.17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. 4.18 ῞Ωστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

Κεφάλαιο 5

5.1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· 5.2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 5.3 ὅταν γὰρ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 5.4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· 5.5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. 5.6 ῎Αρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν 5.7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς  μεθύουσιν·  5.8 ὑμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· 5.9  ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, 5.10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. 5.11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. 5.12 ᾿Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, 5.13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. 5.14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 5.15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. 5.16  Πάντοτε χαίρετε, 5.17 ἀδιαλείπτως προσεύχεσθε, 5.18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς. 5.19 τὸ Πνεῦμα μὴ σβέννυτε, 5.20 προφητείας μὴ ἐξουθενεῖτε. 5.21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· 5.22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. 5.23 Αὐτὸς δὲ ὁ  Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη. 5.24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. 5.25 ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν. 5.26 ᾿Ασπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 5.27 ῾Ορκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. 5.28 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μεθ᾿  ὑμῶν· ἀμήν.