diax
Agioi1

Προφήτης Ἀββακούμ (2 Δεκεμβρίου)

ProfitisAvakoum15 Ἀββακούμ, πού τό ὄνομά του σημαίνει «θερμός ἐναγκαλισμός», ἦταν ἀπό τή φυλή τοῦ Συμεών καί γιός τοῦ Σαφάτ. Ὁ χρόνος πού ἔδρασε τίθεται μεταξύ 650 καί 672 π.Χ.
Στό προφητικό του βιβλίο, πού διακρίνεται γιά τήν ἀξιόλογη λογοτεχνική του χάρη, ἐλέγχει τόν ἰουδαϊκό λαό, ἐπειδή παρεξέκλινε ἀπό τήν ἀληθινή θρησκεία στήν εἰδωλολατρία.
Νά τί συγκεκριμένα ἀναφέρει, σχετικά μέ τό πῶς πρέπει κανείς νά πιστεύει στόν Θεό:
«Ἐάν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δέ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Ἐγώ δέ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρίσομαι ἐπί τῷ Θεῷ τῷ σωτήρι μου».
Πού σημαίνει, ἂν κανείς λιποψυχήσει καί ἀδημονήσει στίς διάφορες δοκιμασίες, ἂς μάθει, λέει ὁ Κύριος, ὅτι δέν ἐπαναπαύεται ἡ ψυχή μου σ’ αὐτόν. Ὁ δίκαιος πού πιστεύει σ’ ἐμένα καί τηρεῖ τό Νόμο μου, θά σωθεῖ καί θά ζήσει. Ἐγώ ὅμως, λέει ὁ Προφήτης, θά ἀγάλλομαι ἐλπίζοντας στόν Κύριο. Θά γεμίσει χαρά ἡ καρδιά μου γιά τόν σωτήρα μου Θεό.
Ὁ προφήτης Ἀββακούμ πέθανε εἰρηνικά καί τάφηκε στόν τόπο τῶν πατέρων του.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ὄρος προέγραψας, τήν Θεοτόκον Ἁγνήν, ἐξ ἧς ἡμῖν ἔλαμψεν, ὁ τῶν ἁπάντων Θεός, σαρκός ὁμοιώματι. Ὅθεν σε ὡς Προφήτην, θεηγόρον τιμῶντες, χάριτος οὐρανίου, μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακούμ ἔνδοξε.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς προφητείας τήν κιθάραν τήν θεόφθογγον
Τήν προηχήσασαν Χριστοῦ τήν συγκατάβασιν
Ἀββακούμ ἀνευφημήσωμεν τόν Θεόπτην.
Ἐμπνευσθεῖς γάρ τῇ ἐλλάμψει τοῦ Θεοῦ ἡμῶν
Ἐμφανῶς προδιετύπωσε τά μέλλοντα,
Τούτῳ λέγοντες, χαῖρε σκεῦος τοῦ Πνεύματος.

Μεγαλυνάριον.
Τό φῶς ὡς προεῖπας τό Πατρικόν, ἐν ναῷ οἰκείῳ, καθωράθη σωματικῶς· ὅθεν οἱ τήν αἴγλην, αὐτοῦ εἰσδεδεγμένοι, ἐν ὕμνοις Ἀββακούμ σε, φαιδροῖς δοξάζομεν.

Ἁγία Μυρώπη ἢ Μερόπη ἡ Μάρτυς (2 Δεκεμβρίου)

AgiaMiropi1πό τίς πιό γενναῖες γυναῖκες, πού μαρτύρησαν στά πρῶτα χρόνια τῆς χριστιανικῆς Ἐκκλησίας.
Ἔζησε στά μέσα του 3ου αἰώνα μ.Χ. καί γεννήθηκε στήν πόλη Ἔφεσο.
Ἔχασε νωρίς τόν πατέρα της καί ἀνατράφηκε στήν πίστη τοῦ Χριστοῦ ἀπό τήν μητέρα της, πού καταγόταν ἀπό τή Χίο. Λέγεται ὅτι στήν Ἔφεσο, ἡ Ἁγία πήγαινε καθημερινά στόν τάφο τῆς Ἁγίας Ἐρμιόνης, θυγατέρας τοῦ Ἀποστόλου Φιλίππου καί ἔπαιρνε τό ἀναβλύζον ἀπ’ αὐτόν μύρο καί τόν ἔδινε μέ ἀφθονία στούς πιστούς, γι’ αὐτό καί ὀνομάστηκε Μυρώπη.
Ὅταν ὁ Δέκιος ἐξαπέλυσε ἄγριο διωγμό κατά τῶν χριστιανῶν, ἡ Μυρώπη μέ τήν μητέρα της ἄφησε τήν Ἔφεσο καί πῆγαν στή Χίο, ὅπου εὐεργετοῦσαν ἀπόρους ἀσθενεῖς. Ἀλλά ὁ διωγμός ἐξαπλώθηκε καί στήν εἰρηνική Χίο καί μεταξύ τῶν θυμάτων ἦταν καί ὁ Ἅγιος Ἰσίδωρος († 14 Μαΐου).
Ὁ εἰδωλολάτρης ἄρχοντας Νουμέριος, διέταξε νά μείνει ἄταφο τό σεπτό λείψανο τοῦ μάρτυρα. Ἀλλά ἡ Μυρώπη, ἀφοῦ διέφυγε τῆς προσοχῆς τοῦ φύλακα, μαζί μέ τίς ὑπηρέτριές της, πῆρε τό λείψανο καί τό ἔθαψε μέ μεγάλη εὐλάβεια. Τότε ὁ Νουμέριος διέταξε νά τιμωρηθεῖ αὐστηρά ὁ φρουρός.
Ἡ εἴδηση συντάραξε τήν φιλοδίκαια καί εἰλικρινή κόρη. Γι’ αὐτό καί παρουσιάστηκε χωρίς δισταγμό καί εἶπε ὅλη τήν ἀλήθεια στόν ἄρχοντα.
Ὁ Νουμέριος, χωρίς νά συγκινηθεῖ ἀπό τήν εὐψυχία τῆς Μυρώπης, γεμάτος θυμό καί ἐκδίκηση, διέταξε νά τιμωρηθεῖ ἡ Μυρώπη μέχρι θανάτου. Τότε οἱ στρατιῶτες τήν ξάπλωσαν στή γῆ καί τήν ἔδειραν σκληρά μέ χοντρά ραβδιά.
Ἡ ἀνδρεία τῆς Μυρώπης ὑπέμεινε τίς θανατηφόρες πληγές, χωρίς κραυγή καί λιποψυχία.
Εὔψυχη μέ τήν θεία χάρη, ἔμεινε ἀκλόνητη στήν πίστη, καί παρέδωσε μετά ἀπό λίγο τό πνεῦμα της στήν φυλακή, ἀνεβαίνοντας στά ἀθάνατα σκηνώματα τῶν δικαίων.
Στόν Συναξαριστή τοῦ Delehaye ἡ μνήμη της γιορτάζεται στίς 23 Νοεμβρίου.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ὅσιος Κύριλλος ὁ Φιλεώτης (2 Δεκεμβρίου)

OsiosKyrilos_Fileotis3εννήθηκε τό 1015 στό χωριό Φιλέα τῆς ἐπαρχίας Δέρκων τῆς Θράκης. Κατά τό Ἅγιο Βάπτισμα ὀνομάστηκε Κυριάκος (Κύριλλος ὑπῆρξε ἔπειτα τό καλογερικό του ὄνομα) καί ἀπό μικρός διακρίθηκε στά ἱερά γράμματα. Στό εἰκοστό ἔτος τῆς ἡλικίας του παντρεύτηκε καί ἀπόκτησε παιδί.
Ἀλλά ἐπειδή εἶχε ζῆλο στόν μοναχικό βίο, ὅπως ὅλοι της ἐποχῆς ἐκείνης, ἀποφάσισε νά ἐγκαταλείψει τήν γυναίκα του καί τό παιδί του καί νά ἀποσυρθεῖ σέ μοναστήρι, λέγοντας στήν γυναίκα του: «ἢ νά χωρίσουμε, ἢ νά πᾶμε καί οἱ δυό σέ μοναστήρι».
Ἡ γυναίκα του ὅμως δέν δέχτηκε τίποτα ἀπό αὐτά καί ἔτσι ὁ Κύριλλος ἔμεινε στό σπίτι του ζώντας ἀσκητικά.
Ἔπειτα ἵδρυσε (1060) μοναστήρι στό χωριό ἐκεῖνο, τοῦ ὁποίου τό ναό ἀνήγειρε ὁ Ἀλέξιος Κομνηνός.
Ἔτσι αφοῦ ὁσιακά ἔζησε ὁ Κύριλλος, ἀπεβίωσε εἰρηνικά τό 1110.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς ξένος καί πάροικος, τῶν ἐπιγείων τερπνῶν, ζωήν τήν ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, Πατήρ ἡμῶν Κύριλλε· ὅθεν τάς οὐρανίους, εἰληφώς ἀντιδόσεις, πρέσβευε θεοφόρε, τῷ Σωτῆρι τῶν ὅλων, δοθῆναι τοῖς σέ τιμῶσι, χάριν καί ἔλεος.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἀκολουθήσας τῷ Δεσπότῃ τῶν ὅλων, τῶν προσηκόντων ἀπηρνήσω τήν σχέσιν, καί τόν σταυρόν σου Κύριλλε ἐβάστασας στερρῶς· ὅθεν ἐχρημάτισας, τῆς Τριάδος δοχεῖον, καί Ὁσίων σύσκηνος, διά βίου ἐνθέου· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ὑπέρ τῶν πίστει, τιμώντων σε Ὅσιε.

Μεγαλυνάριον.
Σύνοικον τήν χάριν πεπλουτηκώς, συζύγου τόν πόθον, ὑπερεῖδες θεοπρεπῶς, καί δικαιοσύνης, ἐργάτης ἀνεδείχθης, Κύριλλε θεοφόρε· διό δεδόξασαι.

Programma1

Nisteiodromio1
 
30 Νοεμβρίου 2020 
Νηστεία- Επιτρέπεται το ψάρι
 
1 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι
  
2 Δεκεμβρίου 2020 
Νηστεία
 
 
3 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι 
  
4 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το λάδι 
και ο οίνος

  
 5 Δεκεμβρίου 2020
 Νηστεία - Επιτρέπεται το ψάρι
 
6 Δεκεμβρίου 2020
Νηστεία - Επιτρέπεται το ψάρι

Κεφάλαιο 1

1.1 Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός 1.2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. 1.3 Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, 1.4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ ᾽Ιησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους 1.5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου 1.6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾽ ἣς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· 1.7 καθὼς ἐμάθετε ἀπὸ ᾽Επαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ, 1.8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. 1.9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἣς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 1.10 περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, 1.11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς 1.12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· 1.13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 1.14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 1.15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 1.16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, 1.17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. 1.18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 1.19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 1.20 καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [δι᾽ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. 1.21 Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, 1.22 νυνὶ δὲ ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, 1.23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. 1.24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, 1.25 ἣς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, 1.26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, 1.27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· 1.28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· 1.29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

Κεφάλαιο 2

2.1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, 2.2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ, 2.3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. 2.4 Τοῦτο λέγω ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. 2.5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. 2.6 ῾Ως οὖν παρελάβετε τὸν Χριστὸν ᾽Ιησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, 2.7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι [ἐν] τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ. 2.8 βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 2.9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 2.10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 2.11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 2.12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· 2.13 καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 2.14 ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 2.15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. 2.16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων, 2.17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ. 2.18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 2.19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. 2.20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, 2.21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 2.22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 2.23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

Κεφάλαιο 3

3.1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· 3.2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς· 3.3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. 3.4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 3.5 Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 3.6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ [ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας]· 3.7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις. 3.8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 3.9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 3.10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 3.11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ ᾽Ιουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ [τὰ] πάντα καὶ ἐν πᾶσιν Χριστός. 3.12 ᾽Ενδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 3.13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· 3.14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος. 3.15 καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 3.16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ· 3.17 καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου ᾽Ιησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι᾽ αὐτοῦ. 3.18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 3.19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 3.20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ. 3.21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 3.22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίᾳ ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν κύριον. 3.23 ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 3.24 εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. τῷ κυρίῳ Χριστῷ δουλεύετε· 3.25 ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Κεφάλαιο 4

4.1 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ. 4.2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, 4.3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι, 4.4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. 4.5 ᾽Εν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 4.6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 4.7 Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, 4.8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 4.9 σὺν ᾽Ονησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. 4.10 ᾽Ασπάζεται ὑμᾶς ᾽Αρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν), 4.11 καὶ ᾽Ιησοῦς ὁ λεγόμενος ᾽Ιοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 4.12 ἀσπάζεται ὑμᾶς ᾽Επαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ [Ἰησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. 4.13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν ῾Ιεραπόλει. 4.14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 4.15 ᾽Ασπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ᾽ οἶκον αὐτῆς ἐκκλησίαν. 4.16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 4.17 καὶ εἴπατε ᾽Αρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 4.18 ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ᾽ ὑμῶν.