Μεγάλη Πέμπτη(28 Απριλίου 2020)

28 ΑΠΡΙΛΙΟΥ 2020

Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ

καθ᾿ ἣν μνεί­αν ποι­ού­με­θα τοῦ ἱ­ε­ροῦ Νι­πτῆ­ρος, τοῦ Μυ­στι­κοῦ Δεί­πνου, τῆς ἐν Γεθ­ση­μα­νῇ προ­σευ­χῆς τοῦ Κυ­ρί­ου καὶ τῆς ὑ­πὸ τοῦ Ἰ­ού­δα προ­δο­σί­ας τοῦ Κυ­ρί­ου.

Ἀ­γά­πης, Εἰ­ρή­νης καὶ Χι­ο­νί­ας μαρ­τύ­ρων. Χα­ρίσ­σης, Νί­κης καὶ τῶν σὺν αὐ­ταῖς μαρ­τύ­ρων (†258).

* * * * *

Ο ΟΡΘΡΟΣ

(Τε­λεῖ­ται συ­νή­θως τῇ Μ. Τε­τάρ­τῃ ἑ­σπέ­ρας.
Ἐ­νι­α­χοῦ ὅ­μως τε­λεῖ­ται τῇ Μ. Πέμ­πτῃ πρω­ΐ).

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρὼν καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος καὶ σῶ­σον, ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (12άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τοὺς ἑ­ξῆς ψαλ­μοὺς (ὧν ἀ­να­γι­νω­σκο­μέ­νων ὁ ἱ­ε­ρεὺς θυ­μι­ᾷ δι­ὰ κατ­ζί­ου).

Ψαλ­μὸς ιθ´ (19).

Ἐ­πα­κού­σαι σου Κύ­ρι­ος ἐν ἡ­μέ­ρᾳ θλί­ψε­ως· ὑ­πε­ρα­σπί­σαι σου τὸ ὄ­νο­μα τοῦ Θε­οῦ Ἰ­α­κώβ.

Ἐ­ξα­πο­στεί­λαι σοι βο­ή­θει­αν ἐξ ἁ­γί­ου, καὶ ἐκ Σι­ὼν ἀν­τι­λά­βοι­τό σου.

Μνη­σθεί­η πά­σης θυ­σί­ας σου, καὶ τὸ ὁ­λο­καύ­τω­μά σου πι­α­νά­τω.

Δῴ­η σοι Κύ­ρι­ος κα­τὰ τὴν καρ­δί­αν σου, καὶ πᾶ­σαν τὴν βου­λήν σου πλη­ρώ­σαι.

Ἀ­γαλ­λι­α­σό­με­θα ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου, καὶ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Πλη­ρώ­σαι Κύ­ρι­ος πάν­τα τὰ αἰ­τή­μα­τά σου· νῦν ἔ­γνων ὅ­τι ἔ­σω­σε Κύ­ρι­ος τὸν χρι­στὸν αὐ­τοῦ.

Ἐ­πα­κού­σε­ται αὐ­τοῦ ἐξ οὐ­ρα­νοῦ ἁ­γί­ου αὐ­τοῦ· ἐν δυ­να­στεί­αις ἡ σω­τη­ρί­α τῆς δε­ξι­ᾶς αὐ­τοῦ.

Οὗ­τοι ἐν ἅρ­μα­σι καὶ οὗ­τοι ἐν ἵπ­ποις· ἡ­μεῖς δὲ ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου Θε­οῦ ἡ­μῶν με­γα­λυν­θη­σό­με­θα.

Αὐ­τοὶ συ­νε­πο­δί­σθη­σαν καὶ ἔ­πε­σον· ἡ­μεῖς δὲ ἀ­νέ­στη­μεν καὶ ἀ­νωρ­θώ­θη­μεν.

Κύ­ρι­ε, σῶ­σον τὸν βα­σι­λέ­α, καὶ ἐ­πά­κου­σον ἡ­μῶν, ἐν ᾗ ἂν ἡ­μέ­ρᾳ ἐ­πι­κα­λε­σώ­με­θά σε.

Ψαλ­μὸς κ´ (20).

Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου εὐ­φραν­θή­σε­ται ὁ βα­σι­λεύς, καὶ ἐ­πὶ τῷ σω­τη­ρί­ῳ σου ἀ­γαλ­λι­ά­σε­ται σφό­δρα.

Τὴν ἐ­πι­θυ­μί­αν τῆς καρ­δί­ας αὐ­τοῦ ἔ­δω­κας αὐ­τῷ, καὶ τὴν θέ­λη­σιν τῶν χει­λέ­ων αὐ­τοῦ οὐκ ἐ­στέ­ρη­σας αὐ­τόν.

Ὅ­τι προ­έ­φθα­σας αὐ­τὸν ἐν εὐ­λο­γί­αις χρη­στό­τη­τος· ἔ­θη­κας ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ στέ­φα­νον ἐκ λί­θου τι­μί­ου.

Ζω­ὴν ᾐ­τή­σα­τό σε καὶ ἔ­δω­κας αὐ­τῷ, μα­κρό­τη­τα ἡ­με­ρῶν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος.

Με­γά­λη ἡ δό­ξα αὐ­τοῦ ἐν τῷ σω­τη­ρί­ῳ σου, δό­ξαν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­πι­θή­σεις ἐπ᾿ αὐ­τόν.

Ὅ­τι δώ­σεις αὐ­τῷ εὐ­λο­γί­αν εἰς αἰ­ῶ­να αἰ­ῶ­νος· εὐ­φρα­νεῖς αὐ­τὸν ἐν χα­ρᾷ με­τὰ τοῦ προ­σώ­που σου.

Ὅ­τι ὁ βα­σι­λεὺς ἐλ­πί­ζει ἐ­πὶ Κύ­ρι­ον, καὶ ἐν τῷ ἐ­λέ­ει τοῦ Ὑ­ψί­στου οὐ μὴ σα­λευ­θῇ.

Εὑ­ρε­θεί­η ἡ χείρ σου πᾶ­σι τοῖς ἐ­χθροῖς σου· ἡ δε­ξι­ά σου εὕ­ροι πάν­τας τοὺς μι­σοῦν­τάς σε.

Ὅ­τι θή­σεις αὐ­τοὺς εἰς κλί­βα­νον πυ­ρός, εἰς και­ρὸν τοῦ προ­σώ­που σου.

Κύ­ρι­ος ἐν ὀρ­γῇ αὐ­τοῦ συν­τα­ρά­ξει αὐ­τούς, καὶ κα­τα­φά­γε­ται αὐ­τοὺς πῦρ.

Τὸν καρ­πὸν αὐ­τῶν ἀ­πὸ τῆς γῆς ἀ­πο­λεῖς, καὶ τὸ σπέρ­μα αὐ­τῶν ἀ­πὸ υἱ­ῶν ἀν­θρώ­πων.

Ὅ­τι ἔ­κλι­ναν εἰς σὲ κα­κά, δι­ε­λο­γί­σαν­το βου­λάς, αἷς οὐ μὴ δύ­νων­ται στῆ­ναι.

Ὅ­τι θή­σεις αὐ­τοὺς νῶ­τον· ἐν τοῖς πε­ρι­λοί­ποις σου ἑ­τοι­μά­σεις τὸ πρό­σω­πον αὐ­τῶν.

Ὑ­ψώ­θη­τι, Κύ­ρι­ε, ἐν τῇ δυ­νά­μει σου· ᾄ­σο­μεν καὶ ψα­λοῦ­μεν τὰς δυ­να­στεί­ας σου.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ τὰ τρο­πά­ρι­α·

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου, νί­κας τοῖς βα­σι­λεῦ­σι, κα­τὰ βαρ­βά­ρων δω­ρού­με­νος, καὶ τὸ σὸν φυ­λάτ­των, δι­ὰ τοῦ Σταυ­ροῦ σου πο­λί­τευ­μα.

Δό­ξα.

Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ ἑ­κου­σί­ως, τῇ ἐ­πω­νύ­μῳ σου και­νῇ πο­λι­τεί­ᾳ, τοὺς οἰ­κτιρ­μούς σου δώ­ρη­σαι, Χρι­στὲ ὁ Θε­ός· εὔ­φρα­νον ἐν τῇ δυ­νά­μει σου, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν, νί­κας χο­ρη­γῶν αὐ­τοῖς, κα­τὰ τῶν πο­λε­μί­ων. Τὴν συμ­μα­χί­αν ἔ­χοι­εν τὴν σήν, ὅ­πλον εἰ­ρή­νης ἀ­ήτ­τη­τον τρό­παι­ον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Προ­στα­σί­α φο­βε­ρὰ καὶ ἀ­κα­ταί­σχυν­τε, μὴ πα­ρί­δῃς ἀ­γα­θή, τὰς ἱ­κε­σί­ας ἡ­μῶν, πα­νύ­μνη­τε Θε­ο­τό­κε· στή­ρι­ξον ὀρ­θο­δό­ξων πο­λι­τεί­αν, σῷ­ζε οὓς ἐ­κέ­λευ­σας βα­σι­λεύ­ειν, καὶ χο­ρή­γει αὐ­τοῖς οὐ­ρα­νό­θεν τὴν νί­κην· δι­ό­τι ἔ­τε­κες τὸν Θε­όν, μό­νη εὐ­λο­γη­μέ­νη.

Ὁ ἱ­ε­ρεύς· Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεύς· Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ὁ ἀ­να­γνώ­στης· Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

* * *

Ο ΕΞΑΨΑΛΜΟΣ - ΑΙ ΕΥΧΑΙ

Ὁ ἀ­να­γνώ­στης· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, πά­τερ.

Καὶ εὐ­θὺς ἐκ­φω­νεῖ ὁ ἱ­ε­ρεύς·

Δό­ξα τῇ ἁ­γί­ᾳ καὶ ὁ­μο­ου­σί­ῳ καὶ ζω­ο­ποι­ῷ καὶ ἀ­δι­αι­ρέ­τῳ Τρι­ά­δι πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ἀ­να­γι­νώ­σκει ὁ προ­ε­στὼς (ἢ ὁ ἀ­να­γνώ­στης) τὸν Ἑ­ξά­ψαλ­μον.

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει μυ­στι­κῶς τὰς εὐ­χὰς τοῦ Ὄρ­θρου ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης· με­τὰ δὲ τὴν πρώ­την τρι­ά­δα τῶν Ψαλ­μῶν ἐ­ξελ­θὼν συ­νε­χί­ζει τὴν ἀ­νά­γνω­σιν ἐ­νώ­πι­ον τῆς εἰ­κό­νος τοῦ Κυ­ρί­ου.

Ὁ ἀ­να­γνώ­στης·

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α. (τρίς)

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. (δίς)

Ψαλ­μὸς γ´ (3).

Κύ­ρι­ε, τί ἐ­πλη­θύν­θη­σαν οἱ θλί­βον­τές με; Πολ­λοὶ ἐ­πα­νί­σταν­ται ἐπ᾿ ἐ­μέ.

Πολ­λοὶ λέ­γου­σι τῇ ψυ­χῇ μου· Οὐκ ἔ­στι σω­τη­ρί­α αὐ­τῷ ἐν τῷ Θε­ῷ αὐ­τοῦ.

Σὺ δέ, Κύ­ρι­ε, ἀν­τι­λή­πτωρ μου εἶ· δό­ξα μου καὶ ὑ­ψῶν τὴν κε­φα­λήν μου.

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, καὶ ἐ­πή­κου­σέ μου ἐξ ὄ­ρους ἁ­γί­ου αὐ­τοῦ.

Ἐ­γὼ δὲ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Οὐ φο­βη­θή­σο­μαι ἀ­πὸ μυ­ρι­ά­δων λα­οῦ, τῶν κύ­κλῳ συ­νε­πι­τι­θε­μέ­νων μοι.

Ἀ­νά­στα, Κύ­ρι­ε, σῶ­σόν με, ὁ Θε­ός μου.

Ὅ­τι σὺ ἐ­πά­τα­ξας πάν­τας τοὺς ἐ­χθραί­νον­τάς μοι μα­ταί­ως, ὀ­δόν­τας ἁ­μαρ­τω­λῶν συ­νέ­τρι­ψας.

Τοῦ Κυ­ρί­ου ἡ σω­τη­ρί­α, καὶ ἐ­πὶ τὸν λα­όν σου ἡ εὐ­λο­γί­α σου.

Καί πά­λιν.

Ἐ­γὼ ἐ­κοι­μή­θην καὶ ὕ­πνω­σα· ἐ­ξη­γέρ­θην, ὅ­τι Κύ­ρι­ος ἀν­τι­λή­ψε­ταί μου.

Ψαλ­μὸς λζ´ (37).

Κύ­ρι­ε, μὴ τῷ θυ­μῷ σου ἐ­λέγ­ξῃς με, μη­δὲ τῇ ὀρ­γῇ σου παι­δεύ­σῃς με.

Ὅ­τι τὰ βέ­λη σου ἐ­νε­πά­γη­σάν μοι, καὶ ἐ­πε­στή­ρι­ξας ἐπ᾿ ἐ­μὲ τὴν χεῖ­ρά σου.

Οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου ἀ­πὸ προ­σώ­που τῆς ὀρ­γῆς σου· οὐκ ἔ­στιν εἰ­ρή­νη ἐν τοῖς ὀ­στέ­οις μου ἀ­πὸ προ­σώ­που τῶν ἁ­μαρ­τι­ῶν μου.

Ὅ­τι αἱ ἀ­νο­μί­αι μου ὑ­πε­ρῆ­ραν τὴν κε­φα­λήν μου, ὡ­σεὶ φορ­τί­ον βα­ρὺ ἐ­βα­ρύν­θη­σαν ἐπ᾿ ἐ­μέ.

Προ­σώ­ζε­σαν καὶ ἐ­σά­πη­σαν οἱ μώ­λω­πές μου ἀ­πὸ προ­σώ­που τῆς ἀ­φρο­σύ­νης μου.

Ἐ­τα­λαι­πώ­ρη­σα καὶ κα­τε­κάμ­φθην ἕ­ως τέ­λους, ὅ­λην τὴν ἡ­μέ­ραν σκυ­θρω­πά­ζων ἐ­πο­ρευ­ό­μην.

Ὅ­τι αἱ ψό­αι μου ἐ­πλή­σθη­σαν ἐμ­παιγ­μά­των καὶ οὐκ ἔ­στιν ἴ­α­σις ἐν τῇ σαρ­κί μου.

Ἐ­κα­κώ­θην καὶ ἐ­τα­πει­νώ­θην ἕ­ως σφό­δρα· ὠ­ρυ­ό­μην ἀ­πὸ στε­ναγ­μοῦ τῆς καρ­δί­ας μου.

Κύ­ρι­ε, ἐ­ναν­τί­ον σου πᾶ­σα ἡ ἐ­πι­θυ­μί­α μου, καὶ ὁ στε­ναγ­μός μου ἀ­πὸ σοῦ οὐκ ἀ­πε­κρύ­βη.

Ἡ καρ­δί­α μου ἐ­τα­ρά­χθη, ἐγ­κα­τέ­λι­πέ με ἡ ἰ­σχύς μου, καὶ τὸ φῶς τῶν ὀ­φθαλ­μῶν μου, καὶ αὐ­τὸ οὐκ ἔ­στι μετ᾿ ἐ­μοῦ.

Οἱ φί­λοι μου καὶ οἱ πλη­σί­ον μου ἐξ ἐ­ναν­τί­ας μου ἤγ­γι­σαν καὶ ἔ­στη­σαν, καὶ οἱ ἔγ­γι­στά μου ἀ­πὸ μα­κρό­θεν ἔ­στη­σαν.

Καὶ ἐ­ξε­βι­ά­ζον­το οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου, καὶ οἱ ζη­τοῦν­τες τὰ κα­κά μοι ἐ­λά­λη­σαν μα­ται­ό­τη­τας, καὶ δο­λι­ό­τη­τας ὅ­λην τὴν ἡ­μέ­ραν ἐ­με­λέ­τη­σαν.

Ἐ­γὼ δὲ ὡ­σεὶ κω­φὸς οὐκ ἤ­κου­ον, καὶ ὡ­σεὶ ἄ­λα­λος οὐκ ἀ­νοί­γων τὸ στό­μα αὐ­τοῦ.

Καὶ ἐ­γε­νό­μην ὡ­σεὶ ἄν­θρω­πος οὐκ ἀ­κού­ων, καὶ οὐκ ἔ­χων ἐν τῷ στό­μα­τι αὐ­τοῦ ἐ­λεγ­μούς.

Ὅ­τι ἐ­πὶ σοί, Κύ­ρι­ε, ἤλ­πι­σα, σὺ εἰ­σα­κού­σῃ, Κύ­ρι­ε, ὁ Θε­ός μου.

Ὅ­τι εἶ­πον· Μή­πο­τε ἐ­πι­χα­ρῶ­σί μοι οἱ ἐ­χθροί μου, καὶ ἐν τῷ σα­λευ­θῆ­ναι πό­δας μου ἐπ᾿ ἐ­μὲ ἐ­με­γα­λοῤ­ῥη­μό­νη­σαν.

Ὅ­τι ἐ­γὼ εἰς μά­στι­γας ἕ­τοι­μος, καὶ ἡ ἀλ­γη­δών μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ ἀ­ναγ­γε­λῶ καὶ με­ρι­μνή­σω ὑ­πὲρ τῆς ἁ­μαρ­τί­ας μου.

Οἱ δὲ ἐ­χθροί μου ζῶ­σι καὶ κε­κρα­ταί­ων­ται ὑ­πὲρ ἐ­μέ, καὶ ἐ­πλη­θύν­θη­σαν οἱ μι­σοῦν­τές με ἀ­δί­κως.

Οἱ ἀν­τα­πο­δι­δόν­τες μοι κα­κὰ ἀν­τὶ ἀ­γα­θῶν ἐν­δι­έ­βαλ­λόν με, ἐ­πεὶ κα­τε­δί­ω­κον ἀ­γα­θω­σύ­νην.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε, τῆς σω­τη­ρί­ας μου.

Καὶ πά­λιν.

Μὴ ἐγ­κα­τα­λί­πῃς με, Κύ­ρι­ε, ὁ Θε­ός μου, μὴ ἀ­πο­στῇς ἀπ᾿ ἐ­μοῦ.

Πρό­σχες εἰς τὴν βο­ή­θει­άν μου, Κύ­ρι­ε τῆς σω­τη­ρί­ας μου.

Ψαλ­μὸς ξβ´ (62).

Ὁ Θε­ός, ὁ Θε­ός μου, πρὸς σὲ ὀρ­θρί­ζω.

Ἐ­δί­ψη­σέ σε ἡ ψυ­χή μου, πο­σα­πλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐ­ρή­μῳ καὶ ἀ­βά­τῳ καὶ ἀ­νύ­δρῳ.

Οὕ­τως ἐν τῷ ἁ­γί­ῳ ὤ­φθην σοι, τοῦ ἰ­δεῖν τὴν δύ­να­μίν σου καὶ τὴν δό­ξαν σου.

Ὅ­τι κρεῖσ­σον τὸ ἔ­λε­ός σου ὑ­πὲρ ζω­άς· τὰ χεί­λη μου ἐ­παι­νέ­σου­σί σε.

Οὕ­τως εὐ­λο­γή­σω σε ἐν τῇ ζω­ῇ μου, καὶ ἐν τῷ ὀ­νό­μα­τί σου ἀ­ρῶ τὰς χεῖ­ράς μου.

Ὡς ἐκ στέ­α­τος καὶ πι­ό­τη­τος ἐμ­πλη­σθεί­η ἡ ψυ­χή μου, καὶ χεί­λη ἀ­γαλ­λι­ά­σε­ως αἰ­νέ­σει τὸ στό­μα μου.

Εἰ ἐ­μνη­μό­νευ­όν σου ἐ­πὶ τῆς στρω­μνῆς μου, ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ.

Ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου, ἐ­μοῦ δέ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Αὐ­τοὶ δὲ εἰς μά­την ἐ­ζή­τη­σαν τὴν ψυ­χήν μου· εἰ­σε­λεύ­σον­ται εἰς τὰ κα­τώ­τα­τα τῆς γῆς· πα­ρα­δο­θή­σον­ται εἰς χεῖ­ρας ῥομ­φαί­ας, με­ρί­δες ἀ­λω­πέ­κων ἔ­σον­ται.

Ὁ δὲ βα­σι­λεὺς εὐ­φραν­θή­σε­ται ἐ­πὶ τῷ Θε­ῷ, ἐ­παι­νε­θή­σε­ται πᾶς ὁ ὀ­μνύ­ων ἐν αὐ­τῷ, ὅ­τι ἐ­νε­φρά­γη στό­μα λα­λούν­των ἄ­δι­κα.

Καὶ πά­λιν.

Ἐν τοῖς ὄρ­θροις ἐ­με­λέ­των εἰς σέ, ὅ­τι ἐ­γε­νή­θης βο­η­θός μου, καὶ ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου ἀ­γαλ­λι­ά­σο­μαι.

Ἐ­κολ­λή­θη ἡ ψυ­χή μου ὀ­πί­σω σου· ἐ­μοῦ δὲ ἀν­τε­λά­βε­το ἡ δε­ξι­ά σου.

Καὶ τὰ ἑ­ξῆς ἄ­νευ με­τα­νοι­ῶν·

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι ὁ Θε­ός (τρίς).

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ψαλ­μὸς πζ´ (87).

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ὅ­τι ἐ­πλή­σθη κα­κῶν ἡ ψυ­χή μου, καὶ ἡ ζω­ή μου τῷ ᾍ­δῃ ἤγ­γι­σε.

Προ­σε­λο­γί­σθην με­τὰ τῶν κα­τα­βαι­νόν­των εἰς λάκ­κον, ἐ­γε­νή­θην ὡ­σεὶ ἄν­θρω­πος ἀ­βο­ή­θη­τος, ἐν νε­κροῖς ἐ­λεύ­θε­ρος.

Ὡ­σεὶ τραυ­μα­τί­αι κα­θεύ­δον­τες ἐν τά­φῳ, ὧν οὐκ ἐ­μνή­σθης ἔ­τι, καὶ αὐ­τοὶ ἐκ τῆς χει­ρός σου ἀ­πώ­σθη­σαν.

Ἔ­θεν­τό με ἐν λάκ­κῳ κα­τω­τά­τῳ, ἐν σκο­τει­νοῖς καὶ ἐν σκι­ᾷ θα­νά­του.

Ἐπ᾿ ἐ­μὲ ἐ­πε­στη­ρί­χθη ὁ θυ­μός σου, καὶ πάν­τας τοὺς με­τε­ω­ρι­σμούς σου ἐ­πή­γα­γες ἐπ᾿ ἐ­μέ.

Ἐ­μά­κρυ­νας τοὺς γνω­στούς μου ἀπ᾿ ἐ­μοῦ, ἔ­θεν­τό με βδέ­λυγ­μα ἑ­αυ­τοῖς.

Πα­ρε­δό­θην καὶ οὐκ ἐ­ξε­πο­ρευ­ό­μην· οἱ ὀ­φθαλ­μοί μου ἠ­σθέ­νη­σαν ἀ­πὸ πτω­χεί­ας.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε, ὅ­λην τὴν ἡ­μέ­ραν, δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου.

Μὴ τοῖς νε­κροῖς ποι­ή­σεις θαυ­μά­σι­α; ἢ ἰ­α­τροὶ ἀ­να­στή­σου­σι, καὶ ἐ­ξο­μο­λο­γή­σον­ταί σοι;

Μὴ δι­η­γή­σε­ταί τις ἐν τῷ τά­φῳ τὸ ἔ­λε­ός σου, καὶ τὴν ἀ­λή­θει­άν σου ἐν τῇ ἀ­πω­λεί­ᾳ;

Μὴ γνω­σθή­σε­ται ἐν τῷ σκό­τει τὰ θαυ­μά­σι­ά σου καὶ ἡ δι­και­ο­σύ­νη σου ἐν γῇ ἐ­πι­λε­λη­σμέ­νῃ;

Κἀ­γὼ πρὸς σέ, Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα, καὶ τὸ πρω­ῒ ἡ προ­σευ­χή μου προ­φθά­σει σε.

Ἵ­να τί, Κύ­ρι­ε, ἀ­πω­θῇ τὴν ψυ­χήν μου; ἀ­πο­στρέ­φεις τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ;

Πτω­χός εἰ­μι ἐ­γώ, καὶ ἐν κό­ποις ἐκ νε­ό­τη­τός μου· ὑ­ψω­θεὶς δὲ ἐ­τα­πει­νώ­θην καὶ ἐ­ξη­πο­ρή­θην.

Ἐπ᾿ ἐ­μὲ δι­ῆλ­θον αἱ ὀρ­γαί σου, οἱ φο­βε­ρι­σμοί σου ἐ­ξε­τά­ρα­ξάν με.

Ἐ­κύ­κλω­σάν με ὡ­σεὶ ὕ­δωρ, ὅ­λην τὴν ἡ­μέ­ραν πε­ρι­έ­σχον με ἅ­μα.

Ἐ­μά­κρυ­νας ἀπ᾿ ἐ­μοῦ φί­λον καὶ πλη­σί­ον, καὶ τοὺς γνω­στούς μου ἀ­πὸ τα­λαι­πω­ρί­ας.

Καὶ πά­λιν.

Κύ­ρι­ε, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἡ­μέ­ρας ἐ­κέ­κρα­ξα καὶ ἐν νυ­κτὶ ἐ­ναν­τί­ον σου.

Εἰ­σελ­θέ­τω ἐ­νώ­πι­όν σου ἡ προ­σευ­χή μου, κλῖ­νον τὸ οὖς σου εἰς τὴν δέ­η­σίν μου.

Ψαλ­μὸς ρβ´ (102).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ πάν­τα τὰ ἐν­τός μου τὸ ὄ­νο­μα τὸ ἅ­γι­ον αὐ­τοῦ.

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον, καὶ μὴ ἐ­πι­λαν­θά­νου πά­σας τὰς ἀν­τα­πο­δό­σεις αὐ­τοῦ.

Τὸν εὐ­ϊ­λα­τεύ­ον­τα πά­σας τὰς ἀ­νο­μί­ας σου, τὸν ἰ­ώ­με­νον πά­σας τὰς νό­σους σου.

Τὸν λυ­τρού­με­νον ἐκ φθο­ρᾶς τὴν ζω­ήν σου, τὸν στε­φα­νοῦν­τά σε ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς.

Τὸν ἐμ­πι­πλῶν­τα ἐν ἀ­γα­θοῖς τὴν ἐ­πι­θυ­μί­αν σου, ἀ­να­και­νι­σθή­σε­ται ὡς ἀ­ε­τοῦ ἡ νε­ό­της σου.

Ποι­ῶν ἐ­λε­η­μο­σύ­νας ὁ Κύ­ρι­ος, καὶ κρῖ­μα πᾶ­σι τοῖς ἀ­δι­κου­μέ­νοις.

Ἐ­γνώ­ρι­σε τὰς ὁ­δοὺς αὐ­τοῦ τῷ Μω­ϋ­σῇ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ὴλ τὰ θε­λή­μα­τα αὐ­τοῦ.

Οἰ­κτίρ­μων καὶ ἐ­λε­ή­μων ὁ Κύ­ρι­ος, μα­κρό­θυ­μος καὶ πο­λυ­έ­λε­ος· οὐκ εἰς τέ­λος ὀρ­γι­σθή­σε­ται, οὐ­δὲ εἰς τὸν αἰ­ῶ­να μη­νι­εῖ.

Οὐ κα­τὰ τὰς ἀ­νο­μί­ας ἡ­μῶν ἐ­ποί­η­σεν ἡ­μῖν, οὐ­δὲ κα­τὰ τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν ἀν­τα­πέ­δω­κεν ἡ­μῖν.

Ὅ­τι κα­τὰ τὸ ὕ­ψος τοῦ οὐ­ρα­νοῦ ἀ­πὸ τῆς γῆς, ἐ­κρα­ταί­ω­σε Κύ­ρι­ος τὸ ἔ­λε­ος αὐ­τοῦ ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Κα­θό­σον ἀ­πέ­χου­σιν ἀ­να­το­λαὶ ἀ­πὸ δυ­σμῶν, ἐ­μά­κρυ­νεν ἀφ᾿ ἡ­μῶν τὰς ἀ­νο­μί­ας ἡ­μῶν.

Κα­θὼς οἰ­κτεί­ρει πα­τὴρ υἱ­ούς, ᾠ­κτεί­ρη­σε Κύ­ρι­ος τοὺς φο­βου­μέ­νους αὐ­τόν· ὅ­τι αὐ­τὸς ἔ­γνω τὸ πλά­σμα ἡ­μῶν, ἐ­μνή­σθη ὅ­τι χοῦς ἐ­σμεν.

Ἄν­θρω­πος ὡ­σεὶ χόρ­τος αἱ ἡ­μέ­ραι αὐ­τοῦ, ὡ­σεὶ ἄν­θος τοῦ ἀ­γροῦ οὕ­τως ἐ­ξαν­θή­σει.

Ὅ­τι πνεῦ­μα δι­ῆλ­θεν ἐν αὐ­τῷ καὶ οὐχ ὑ­πάρ­ξει, καὶ οὐκ ἐ­πι­γνώ­σε­ται ἔ­τι τὸν τό­πον αὐ­τοῦ.

Τὸ δὲ ἔ­λε­ος τοῦ Κυ­ρί­ου ἀ­πὸ τοῦ αἰ­ῶ­νος καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος, ἐ­πὶ τοὺς φο­βου­μέ­νους αὐ­τόν.

Καὶ ἡ δι­και­ο­σύ­νη αὐ­τοῦ ἐ­πὶ υἱ­οῖς υἱ­ῶν, τοῖς φυ­λάσ­σου­σι τὴν δι­α­θή­κην αὐ­τοῦ, καὶ με­μνη­μέ­νοις τῶν ἐν­το­λῶν αὐ­τοῦ τοῦ ποι­ῆ­σαι αὐ­τάς.

Κύ­ρι­ος ἐν τῷ οὐ­ρα­νῷ ἡ­τοί­μα­σε τὸν θρό­νον αὐ­τοῦ, καὶ ἡ βα­σι­λεί­α αὐ­τοῦ πάν­των δε­σπό­ζει.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον πάν­τες οἱ Ἄγ­γε­λοι αὐ­τοῦ, δυ­να­τοὶ ἰ­σχύ­ϊ, ποι­οῦν­τες τὸν λό­γον αὐ­τοῦ, τοῦ ἀ­κοῦ­σαι τῆς φω­νῆς τῶν λό­γων αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πᾶ­σαι αἱ Δυ­νά­μεις αὐ­τοῦ, λει­τουρ­γοὶ αὐ­τοῦ οἱ ποι­οῦν­τες τὸ θέ­λη­μα αὐ­τοῦ.

Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ· εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου·

Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν.

Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου.

Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς, ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.

Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.

Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι.

Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου.

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον.

Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα.

Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου.

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με.

Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου.

Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ πά­λιν.

Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐν τῇ δι­και­ο­σύ­νῃ σου, καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου. (δίς)

Εἶ­τα·

Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ.

Καὶ τὰ ἑ­ξῆς με­τὰ με­τα­νοι­ῶν γ´,
ἤ­τοι κε­φα­λο­κλι­σι­ῶν καὶ σταυ­ρῶν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι, ὁ Θε­ός. (τρίς)

Καὶ με­τὰ τὴν ἀ­νά­γνω­σιν τῶν εὐ­χῶν ὁ ἱ­ε­ρεὺς ἀ­σπα­σά­με­νος τὴν δε­σπο­τι­κὴν εἰ­κό­να εἰ­σέρ­χε­ται δι­ὰ τῆς νο­τί­ου πύ­λης εἰς τὸ Ἱ­ε­ρόν.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ ἑ­ξα­ψάλ­μου, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΛΛΗΛΟΥΪΑ ΚΑΙ ΤΡΟΠΑΡΙΑ

Καὶ ψάλ­λο­μεν τὸ Ἀλ­λη­λού­ϊ­α εἰς ἦ­χον πλ. δ´ τε­τρά­κις ἀ­νὰ τρὶς μεθ᾿ ἕ­κα­στον τῶν ἑ­πο­μέ­νων στί­χων· ἄρ­χε­ται δὲ ὁ α´ χο­ρός.

Στίχ. α´. Ἐκ νυ­κτὸς ὀρ­θρί­ζει τὸ πνεῦ­μά μου πρὸς σέ, ὁ Θε­ός, δι­ό­τι φῶς τὰ προ­στάγ­μα­τά σου ἐ­πὶ τῆς γῆς.

Στίχ. β´. Δι­και­ο­σύ­νην μά­θε­τε, οἱ ἐ­νοι­κοῦν­τες ἐ­πὶ τῆς γῆς.

Στίχ. γ´. Ζῆ­λος λή­ψε­ται λα­ὸν ἀ­παί­δευ­τον, καὶ νῦν πῦρ τοὺς ὑ­πε­ναν­τί­ους ἔ­δε­ται.

Στίχ. δ´. Πρό­σθες αὐ­τοῖς κα­κά, Κύ­ρι­ε, πρό­σθες αὐ­τοῖς κα­κά, τοῖς ἐν­δό­ξοις τῆς γῆς.

Καὶ τὸ πα­ρὸν τρο­πά­ρι­ον. Ἦ­χος πλ. δ´.

Ὅ­τε οἱ ἔν­δο­ξοι μα­θη­ταί, ἐν τῷ νι­πτῆ­ρι τοῦ δεί­πνου ἐ­φω­τί­ζον­το, τό­τε Ἰ­ού­δας ὁ δυσ­σε­βής, φι­λαρ­γυ­ρί­αν νο­σή­σας ἐ­σκο­τί­ζε­το· καὶ ἀ­νό­μοις κρι­ταῖς, σὲ τὸν δί­και­ον κρι­τὴν πα­ρα­δί­δω­σι. Βλέ­πε χρη­μά­των ἐ­ρα­στά, τὸν δι­ὰ ταῦ­τα ἀγ­χό­νῃ χρη­σά­με­νον· φεῦ­γε ἀ­κό­ρε­στον ψυ­χήν, τὴν δι­δα­σκά­λῳ τοι­αῦ­τα τολ­μή­σα­σαν. Ὁ πε­ρὶ πάν­τας ἀ­γα­θός, Κύ­ρι­ε δό­ξα σοι. (τρίς)

Καὶ εὐ­θύς·

* * *

ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ

Ὁ δι­ά­κο­νος· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου Κύ­ρι­ον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ὁ λα­ός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. (γ´)

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Λου­κ­ᾶν ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ δι­ά­κο­νος· Πρό­σχω­μεν.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεὺς ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Λουκ. κβ´ 1-39).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἤγ­γι­ζεν ἡ ἑ­ορ­τὴ τῶν ἀ­ζύ­μων ἡ λε­γο­μέ­νη πά­σχα. Καὶ ἐ­ζή­τουν οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ γραμ­μα­τεῖς τὸ πῶς ἀ­νέ­λω­σιν τὸν Ἰ­η­σοῦν· ἐ­φο­βοῦν­το γὰρ τὸν λα­όν. Εἰ­σῆλ­θε δὲ ὁ σα­τα­νᾶς εἰς Ἰ­ού­δαν τὸν ἐ­πι­κα­λού­με­νον Ἰ­σκα­ρι­ώ­την, ὄν­τα ἐκ τοῦ ἀ­ριθ­μοῦ τῶν δώ­δε­κα, καὶ ἀ­πελ­θὼν συ­νε­λά­λη­σε τοῖς ἀρ­χι­ε­ρεῦ­σι καὶ γραμ­μα­τεῦ­σι καὶ στρα­τη­γοῖς τὸ πῶς αὐ­τὸν πα­ρα­δῶ αὐ­τοῖς. Καὶ ἐ­χά­ρη­σαν, καὶ συ­νέ­θεν­το αὐ­τῷ ἀρ­γύ­ρι­α δοῦ­ναι· καὶ ἐ­ξω­μο­λό­γη­σε, καὶ ἐ­ζή­τει εὐ­και­ρί­αν τοῦ πα­ρα­δοῦ­ναι αὐ­τὸν αὐ­τοῖς ἄ­τερ ὄ­χλου.

Ἦλ­θε δὲ ἡ ἡ­μέ­ρα τῶν ἀ­ζύ­μων, ἐν ᾗ ἔ­δει θύ­ε­σθαι τὸ πά­σχα, καὶ ἀ­πέ­στει­λε Πέ­τρον καὶ Ἰ­ω­άν­νην εἰ­πών· Πο­ρευ­θέν­τες ἑ­τοι­μά­σα­τε ἡ­μῖν τὸ πά­σχα ἵ­να φά­γω­μεν. Οἱ δὲ εἶ­πον αὐ­τῷ· Ποῦ θέ­λεις ἑ­τοι­μά­σω­μεν; Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Ἰ­δοὺ εἰ­σελ­θόν­των ὑ­μῶν εἰς τὴν πό­λιν συ­ναν­τή­σει ὑ­μῖν ἄν­θρω­πος κε­ρά­μι­ον ὕ­δα­τος βα­στά­ζων· ἀ­κο­λου­θή­σα­τε αὐ­τῷ εἰς τὴν οἰ­κί­αν οὗ εἰ­σπο­ρεύ­ε­ται, καὶ ἐ­ρεῖ­τε τῷ οἰ­κο­δε­σπό­τῃ τῆς οἰ­κί­ας· Λέ­γει σοι ὁ δι­δά­σκα­λος, ποῦ ἐ­στι τὸ κα­τά­λυ­μα ὅ­που τὸ πά­σχα με­τὰ τῶν μα­θη­τῶν μου φά­γω; Κἀ­κεῖ­νος ὑ­μῖν δεί­ξει ἀ­νώ­γαι­ον μέ­γα ἐ­στρω­μέ­νον· ἐ­κεῖ ἑ­τοι­μά­σα­τε. Ἀ­πελ­θόν­τες δὲ εὗ­ρον κα­θὼς εἴ­ρη­κεν αὐ­τοῖς, καὶ ἡ­τοί­μα­σαν τὸ πά­σχα.

Καὶ ὅ­τε ἐ­γέ­νε­το ἡ ὥ­ρα, ἀ­νέ­πε­σε, καὶ οἱ δώ­δε­κα ἀ­πό­στο­λοι σὺν αὐ­τῷ. Καὶ εἶ­πε πρὸς αὐ­τούς· Ἐ­πι­θυ­μί­ᾳ ἐ­πε­θύ­μη­σα τοῦ­το τὸ πά­σχα φα­γεῖν μεθ᾿ ὑ­μῶν πρὸ τοῦ με πα­θεῖν· λέ­γω γὰρ ὑ­μῖν ὅ­τι οὐ­κέ­τι οὐ μὴ φά­γω ἐξ αὐ­τοῦ ἕ­ως ὅ­του πλη­ρω­θῇ ἐν τῇ βα­σι­λεί­ᾳ τοῦ Θε­οῦ. Καὶ δε­ξά­με­νος τὸ πο­τή­ρι­ον εὐ­χα­ρι­στή­σας εἶ­πε· λά­βε­τε τοῦ­το καὶ δι­α­με­ρί­σα­τε ἑ­αυ­τοῖς· λέ­γω γὰρ ὑ­μῖν ὅ­τι οὐ μὴ πί­ω ἀ­πὸ τοῦ γε­νή­μα­τος τῆς ἀμ­πέ­λου ἕ­ως ὅ­του ἡ βα­σι­λεί­α τοῦ Θε­οῦ ἔλ­θῃ.

Καὶ λα­βὼν ἄρ­τον εὐ­χα­ρι­στή­σας ἔ­κλα­σε καὶ ἔ­δω­κεν αὐ­τοῖς λέ­γων· τοῦ­τό ἐ­στι τὸ σῶ­μά μου τὸ ὑ­πὲρ ὑ­μῶν δι­δό­με­νον· τοῦ­το ποι­εῖ­τε εἰς τὴν ἐ­μὴν ἀ­νά­μνη­σιν. Ὡ­σαύ­τως καὶ τὸ πο­τή­ρι­ον με­τὰ τὸ δει­πνῆ­σαι λέ­γων· τοῦ­το τὸ πο­τή­ρι­ον ἡ και­νὴ δι­α­θή­κη ἐν τῷ αἵ­μα­τί μου, τὸ ὑ­πὲρ ὑ­μῶν ἐ­χυ­νό­με­νον. Πλὴν ἰ­δοὺ ἡ χεὶρ τοῦ πα­ρα­δι­δόν­τος με μετ᾿ ἐ­μοῦ ἐ­πὶ τῆς τρα­πέ­ζης. Καὶ ὁ μὲν υἱ­ὸς τοῦ ἀν­θρώ­που πο­ρεύ­ε­ται κα­τὰ τὸ ὡ­ρι­σμέ­νον· πλὴν οὐ­αὶ τῷ ἀν­θρώ­πῳ ἐ­κεί­νῳ δι᾿ οὗ πα­ρα­δί­δο­ται. Καὶ αὐ­τοὶ ἤρ­ξαν­το συ­ζη­τεῖν πρὸς ἑ­αυ­τοὺς τὸ τίς ἄ­ρα εἴ­η ἐξ αὐ­τῶν ὁ τοῦ­το μέλ­λων πράσ­σειν.

Ἐ­γέ­νε­το δὲ καὶ φι­λο­νει­κί­α ἐν αὐ­τοῖς, τὸ τίς αὐ­τῶν δο­κεῖ εἶ­ναι μεί­ζων. Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Οἱ βα­σι­λεῖς τῶν ἐ­θνῶν κυ­ρι­εύ­ου­σιν αὐ­τῶν, καὶ οἱ ἐ­ξου­σι­ά­ζον­τες αὐ­τῶν εὐ­ερ­γέ­ται κα­λοῦν­ται· ὑ­μεῖς δὲ οὐχ οὕ­τως, ἀλλ᾿ ὁ μεί­ζων ἐν ὑ­μῖν γι­νέ­σθω ὡς ὁ νε­ώ­τε­ρος, καὶ ὁ ἡ­γού­με­νος ὡς ὁ δι­α­κο­νῶν. Τίς γὰρ μεί­ζων, ὁ ἀ­να­κεί­με­νος ἢ ὁ δι­α­κο­νῶν; Οὐ­χὶ ὁ ἀ­να­κεί­με­νος; Ἐ­γὼ δέ εἰ­μι ἐν μέ­σῳ ὑ­μῶν ὡς ὁ δι­α­κο­νῶν. Ὑ­μεῖς δέ ἐ­στε οἱ δι­α­με­με­νη­κό­τες μετ᾿ ἐ­μοῦ ἐν τοῖς πει­ρα­σμοῖς μου· κἀ­γὼ δι­α­τί­θε­μαι ὑ­μῖν κα­θὼς δι­έ­θε­τό μοι ὁ πα­τήρ μου βα­σι­λεί­αν, ἵ­να ἐ­σθί­η­τε καὶ πί­νη­τε ἐ­πὶ τῆς τρα­πέ­ζης μου ἐν τῇ βα­σι­λεί­ᾳ μου, καὶ κα­θί­σε­σθε ἐ­πὶ θρό­νων κρί­νον­τες τὰς δώ­δε­κα φυ­λὰς τοῦ Ἰσ­ρα­ήλ.

Εἶ­πε δὲ ὁ Κύ­ρι­ος· Σί­μων Σί­μων, ἰ­δοὺ ὁ σα­τα­νᾶς ἐ­ξῃ­τή­σα­το ὑ­μᾶς τοῦ σι­νι­ά­σαι ὡς τὸν σῖ­τον· ἐ­γὼ δὲ ἐ­δε­ή­θην πε­ρὶ σοῦ ἵ­να μὴ ἐ­κλί­πῃ ἡ πί­στις σου· καὶ σύ πο­τε ἐ­πι­στρέ­ψας στή­ρι­ξον τοὺς ἀ­δελ­φούς σου. Ὁ δὲ εἶ­πεν αὐ­τῷ· Κύ­ρι­ε, με­τὰ σοῦ ἕ­τοι­μός εἰ­μι καὶ εἰς φυ­λα­κὴν καὶ εἰς θά­να­τον πο­ρεύ­ε­σθαι. Ὁ δὲ εἶ­πε· λέ­γω σοι, Πέ­τρε, οὐ φω­νή­σει σή­με­ρον ἀ­λέ­κτωρ πρὶν ἢ τρὶς ἀ­παρ­νή­σῃ μὴ εἰ­δέ­ναι με.

Καὶ εἶ­πεν αὐ­τοῖς· ὅ­τε ἀ­πέ­στει­λα ὑ­μᾶς ἄ­τερ βαλ­λαν­τί­ου καὶ πή­ρας καὶ ὑ­πο­δη­μά­των, μή τι­νος ὑ­στε­ρή­θη­τε; Οἱ δὲ εἶ­πον· Οὐ­δε­νός. Εἶ­πεν οὖν αὐ­τοῖς· Ἀλ­λὰ νῦν ὁ ἔ­χων βαλ­λάν­τι­ον ἀ­ρά­τω, ὁ­μοί­ως καὶ πή­ραν, καὶ ὁ μὴ ἔ­χων πω­λή­σει τὸ ἱ­μά­τι­ον αὐ­τοῦ καὶ ἀ­γο­ρά­σει μά­χαι­ραν. Λέ­γω γὰρ ὑ­μῖν ὅ­τι ἔ­τι τοῦ­το τὸ γε­γραμ­μέ­νον δεῖ τε­λε­σθῆ­ναι ἐν ἐ­μοί, τὸ καὶ με­τὰ ἀ­νό­μων ἐ­λο­γί­σθη· καὶ γὰρ τὰ πε­ρὶ ἐ­μοῦ τέ­λος ἔ­χει. Οἱ δὲ εἶ­πον· Κύ­ρι­ε, ἰ­δοὺ μά­χαι­ραι ὧ­δε δύ­ο. Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Ἱ­κα­νόν ἐ­στι.

Καὶ ἐ­ξελ­θὼν ἐ­πο­ρεύ­θη κα­τὰ τὸ ἔ­θος εἰς τὸ ὄ­ρος τῶν ἐ­λαι­ῶν· ἠ­κο­λού­θη­σαν δὲ αὐ­τῷ καὶ οἱ μα­θη­ταὶ αὐ­τοῦ.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἀ­να­γνώ­στης τὸν ν´ ψαλ­μόν (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με.

Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός.

Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.

Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου.

Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι.

Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι.

Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να.

Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον.

Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου.

Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ.

Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με.

Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι.

Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου.

Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου.

Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις.

Θυ­σί­α τῷ Θε­ῷ πνεῦ­μα συν­τε­τριμ­μέ­νον· καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει.

Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ.

Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα.

Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

* * *

Ο ΚΑΝΩΝ

Καὶ ψάλ­λο­μεν τὸν πα­ρόν­τα Κα­νό­να,
οὗ ἡ ἀ­κρο­στι­χίς·
Τῇ μα­κρᾷ Πέμ­πτῃ μα­κρὸν ὕ­μνον ἐ­ξᾴ­δω.
Ποί­η­μα Κο­σμᾶ μο­να­χοῦ.

* Ἑ­κά­στης ᾠ­δῆς τὰ τρο­πά­ρι­α με­τὰ τοῦ εἱρ­μοῦ ψάλ­λον­ται εἰς ἓξ ἢ χά­ριν συν­το­μί­ας εἰς τέσ­σα­ρα. Ὁ εἱρ­μὸς ψάλ­λε­ται ἄ­νευ τι­νὸς στί­χου· τῶν δύ­ο τε­λευ­ταί­ων τρο­πα­ρί­ων προ­τάσ­σε­ται τὸ Δό­ξα Πα­τρὶ καὶ τὸ Καὶ νῦν, τῶν δὲ ἐν­δι­α­μέ­σων τρο­πα­ρί­ων τὸ Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι. Εἰς τὸ τέ­λος ἐ­πα­να­λαμ­βά­νε­ται ὁ εἱρ­μὸς ὡς κα­τα­βα­σί­α. Τὰ αὐ­τὰ ἰ­σχύ­ουν δι᾿ ὅ­λους τοὺς κα­νό­νας τῆς Μ. Ἑ­βδο­μά­δος.

ᾨ­δὴ α´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Τμη­θεί­σῃ τμᾶ­ται, πόν­τος ἐ­ρυ­θρός, κυ­μα­το­τρό­φος δὲ ξη­ραί­νε­ται βυ­θός, ὁ αὐ­τὸς ὁ­μοῦ ἀ­ό­πλοις γε­γο­νὼς βα­τός, καὶ πα­νο­πλί­ταις τά­φος. ᾨ­δὴ δὲ θε­ο­τερ­πὴς ἀ­νε­μέλ­πε­το· Ἐν­δό­ξως δε­δό­ξα­σται, Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἡ παν­ται­τί­α, καὶ πα­ρε­κτι­κὴ ζω­ῆς, ἡ ἄ­πει­ρος σο­φί­α τοῦ Θε­οῦ, ᾠ­κο­δό­μη­σε τὸν οἶ­κον ἑ­αυ­τῆς, ἁ­γνῆς ἐξ ἀ­πει­ράν­δρου Μη­τρός· να­ὸν γὰρ σω­μα­τι­κὸν πε­ρι­θέ­με­νος, ἐν­δό­ξως δε­δό­ξα­σται, Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Μυ­στα­γω­γοῦ­σα, φί­λους ἑ­αυ­τῆς, τὴν ψυ­χο­τρό­φον ἑ­τοι­μά­ζει τρά­πε­ζαν, ἀμ­βρο­σί­ας δὲ ἡ ὄν­τως σο­φί­α τοῦ Θε­οῦ, κιρ­νᾷ κρα­τῆ­ρα πι­στοῖς. Προ­σέλ­θω­μεν εὐ­σε­βῶς καὶ βο­ή­σω­μεν· Ἐν­δό­ξως δε­δό­ξα­σται, Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀ­κου­τι­σθῶ­μεν, πάν­τες οἱ πι­στοί, συγ­κα­λου­μέ­νης ὑ­ψη­λῷ κη­ρύγ­μα­τι, τῆς ἀ­κτί­στου καὶ ἐμ­φύ­του σο­φί­ας τοῦ Θε­οῦ· βο­ᾷ γάρ· Γεύ­σα­σθε, καὶ γνόν­τες, ὅ­τι χρη­στὸς ἐ­γὼ κρά­ξα­τε· Ἐν­δό­ξως δε­δό­ξα­σται, Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν.

Κα­τα­βα­σί­α.

(Τὸ τέ­λος αὐ­τῆς ψάλ­λει ὁ β´ χο­ρός).

Τμη­θεί­σῃ τμᾶ­ται, πόν­τος ἐ­ρυ­θρός, κυ­μα­το­τρό­φος δὲ ξη­ραί­νε­ται βυ­θός, ὁ αὐ­τὸς ὁ­μοῦ ἀ­ό­πλοις γε­γο­νὼς βα­τός, καὶ πα­νο­πλί­ταις τά­φος. ᾨ­δὴ δὲ θε­ο­τερ­πὴς ἀ­νε­μέλ­πε­το· Ἐν­δό­ξως δε­δό­ξα­σται, Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν.

ᾨ­δὴ γ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Κύ­ρι­ος ὢν πάν­των, καὶ κτί­στης Θε­ός, τὸ κτι­στὸν ὁ ἀ­πα­θής, πτω­χεύ­σας σε­αυ­τῷ ἥ­νω­σας· καὶ τὸ Πά­σχα, οἷς ἔ­μελ­λες θα­νεῖν, αὐ­τὸς ὢν σε­αυ­τὸν προ­ε­τί­θης, Φά­γε­τε βο­ῶν τὸ Σῶ­μά μου, καὶ πί­στει στε­ρε­ω­θή­σε­σθε.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ῥύ­σι­ον παν­τός, τοῦ βρο­τεί­ου γέ­νους, τὸ οἰ­κεῖ­ον Ἀ­γα­θέ, τοὺς σοὺς μα­θη­τὰς ἐ­πό­τι­σας, εὐ­φρο­σύ­νης πο­τή­ρι­ον πλή­σας· αὐ­τὸς γὰρ σε­αυ­τὸν ἱ­ε­ρούρ­γεις, Πί­ε­τε βο­ῶν τὸ Αἷ­μά μου, καὶ πί­στει στε­ρε­ω­θή­σε­σθε.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἄ­φρων ἀ­νήρ, ὃς ἐν ὑ­μῖν προ­δό­της, τοῖς οἰ­κεί­οις μα­θη­ταῖς, προ­έ­φης ὁ ἀ­νε­ξί­κα­κος, οὐ μὴ γνώ­ση­ται ταῦ­τα καὶ οὗ­τος, ἀ­σύ­νε­τος ὢν οὐ μὴ συ­νή­σει· ὅ­μως ἐν ἐ­μοὶ μεί­να­τε, καὶ πί­στει στε­ρε­ω­θή­σε­σθε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἄ­φρων ἀ­νήρ, ὃς ἐν ὑ­μῖν προ­δό­της, ...

Κα­τα­βα­σί­α.

Κύ­ρι­ος ὢν πάν­των, καὶ κτί­στης Θε­ός, τὸ κτι­στὸν ὁ ἀ­πα­θής, πτω­χεύ­σας σε­αυ­τῷ ἥ­νω­σας· καὶ τὸ Πά­σχα, οἷς ἔ­μελ­λες θα­νεῖν, αὐ­τὸς ὢν σε­αυ­τὸν προ­ε­τί­θης, Φά­γε­τε βο­ῶν τὸ Σῶ­μά μου, καὶ πί­στει στε­ρε­ω­θή­σε­σθε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὺ εἶ ὁ Θε­ὸς ἡ­μῶν...

* * *

ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ

Καὶ ψάλ­λο­μεν τὰ πα­ρόν­τα κα­θί­σμα­τα
ἀρ­χο­μέ­νου τοῦ α´ χο­ροῦ.

Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.

Ὁ λί­μνας καὶ πη­γάς, καὶ θα­λάσ­σας ποι­ή­σας, τα­πεί­νω­σιν ἡ­μᾶς, ἐκ­παι­δεύ­ων ἀ­ρί­στην, λεν­τί­ῳ ζων­νύ­με­νος, μα­θη­τῶν πό­δας ἔ­νι­ψε, τα­πει­νού­με­νος, ὑ­περ­βο­λῇ εὐ­σπλαγ­χνί­ας, καὶ ὑ­ψῶν ἡ­μᾶς, ἀ­πὸ βα­ρά­θρων κα­κί­ας, ὁ μό­νος φι­λάν­θρω­πος.

Δό­ξα. Ἦ­χος γ´. Θεί­ας πί­στε­ως.

Τα­πει­νού­με­νος, δι᾿ εὐ­σπλαγ­χνί­αν, πό­δας ἔ­νι­ψας, τῶν μα­θη­τῶν σου, καὶ πρὸς δρό­μον θεῖ­ον τού­τους κα­τεύ­θυ­νας· ἀ­πα­ναι­νό­με­νος Πέ­τρος δὲ νί­πτε­σθαι, αὖ­θις τῷ θεί­ῳ ὑ­πεί­κει προ­στάγ­μα­τι, ἐ­κνι­πτό­με­νος, καὶ σοῦ ἐ­κτε­νῶς δε­ό­με­νος, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.

Καὶ νῦν. Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Συ­νε­σθί­ων Δέ­σπο­τα, τοῖς μα­θη­ταῖς σου, μυ­στι­κῶς ἐ­δή­λω­σας, τὴν πα­να­γί­αν σου σφα­γήν, δι᾿ ἧς φθο­ρᾶς ἐ­λυ­τρώ­θη­μεν, οἱ τὰ σε­πτά σου, τι­μῶν­τες πα­θή­μα­τα.

* * *

Εἶ­τα αἱ δ´, ε´ καὶ Ϛ´ ᾠ­δαὶ τοῦ κα­νό­νος.

ᾨ­δὴ δ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Προ­κα­τι­δὼν ὁ Προ­φή­της, τοῦ μυ­στη­ρί­ου σου τὸ ἀ­πόῤ­ῥη­τον, Χρι­στὲ προ­α­νε­φώ­νη­σεν· Ἔ­θου κρα­ται­άν, ἀ­γά­πη­σιν ἰ­σχύ­ος Πά­τερ οἰ­κτίρ­μον· τὸν μο­νο­γε­νῆ Υἱ­ὸν γὰρ Ἀ­γα­θέ, ἱ­λα­σμὸν εἰς τὸν κό­σμον ἀ­πέ­στει­λας.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἐ­πὶ τὸ πά­θος τὸ πᾶ­σι, τοῖς ἐξ Ἀ­δὰμ πη­γά­σαν ἀ­πά­θει­αν, Χρι­στὲ μο­λὼν τοῖς φί­λοις σου, εἶ­πας· Μεθ᾿ ὑ­μῶν, τοῦ Πά­σχα με­τα­σχεῖν, τού­του ἐ­πε­θύ­μη­σα· τὸν Μο­νο­γε­νῆ ἐ­πεί με ἱ­λα­σμόν, ὁ Πα­τὴρ εἰς τὸν κό­σμον ἀ­πέ­στει­λε.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Με­τα­λαμ­βά­νων κρα­τῆ­ρος, τοῖς μα­θη­ταῖς ἐ­βό­ας Ἀ­θά­να­τε· Γε­νή­μα­τος ἀμ­πέ­λου δέ, πί­ο­μαι λοι­πόν, οὐ­κέ­τι μεθ᾿ ὑ­μῶν βι­ο­τεύ­ων· τὸν Μο­νο­γε­νῆ ἐ­πεί με ἱ­λα­σμόν, ὁ Πα­τὴρ εἰς τὸν κό­σμον ἀ­πέ­στει­λε.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πό­μα και­νὸν ὑ­πὲρ λό­γον, ἐ­γώ φη­μι ἐν τῇ Βα­σι­λεί­ᾳ μου, Χρι­στὲ τοῖς φί­λοις πί­ο­μαι· ὥ­στε γὰρ θε­οῖς, Θε­ὸς ὑ­μῖν, συ­νέ­σο­μαι εἶ­πας· τὸν Μο­νο­γε­νῆ καὶ γάρ με ἱ­λα­σμόν, ὁ Πα­τὴρ εἰς τὸν κό­σμον ἀ­πέ­στει­λε.

Κα­τα­βα­σί­α.

Προ­κα­τι­δὼν ὁ Προ­φή­της, τοῦ μυ­στη­ρί­ου σου τὸ ἀ­πόῤ­ῥη­τον, Χρι­στὲ προ­α­νε­φώ­νη­σεν· Ἔ­θου κρα­ται­άν, ἀ­γά­πη­σιν ἰ­σχύ­ος Πά­τερ οἰ­κτίρ­μον· τὸν μο­νο­γε­νῆ Υἱ­ὸν γὰρ Ἀ­γα­θέ, ἱ­λα­σμὸν εἰς τὸν κό­σμον ἀ­πέ­στει­λας.

ᾨ­δὴ ε´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Τῷ συν­δέ­σμῳ τῆς ἀ­γά­πης, συν­δε­ό­με­νοι οἱ Ἀ­πό­στο­λοι, τῷ δε­σπό­ζον­τι τῶν ὅ­λων, ἑ­αυ­τοὺς Χρι­στῷ ἀ­να­θέ­με­νοι, ὡ­ραί­ους πό­δας, ἐ­ξα­πε­νί­ζον­το, εὐ­αγ­γε­λι­ζό­με­νοι πᾶ­σιν εἰ­ρή­νην.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἡ τὸ ἄ­σχε­τον κρα­τοῦ­σα, καὶ ὑ­πε­ρῷ­ον ἐν αἰ­θέ­ρι ὕ­δωρ, ἡ ἀ­βύσ­σους χα­λι­νοῦ­σα, καὶ θα­λάσ­σας ἀ­να­χαι­τί­ζου­σα, Θε­οῦ σο­φί­α, ὕ­δωρ Νι­πτῆ­ρι βάλ­λει, πό­δας ἀ­πο­πλύ­νει δὲ δού­λων Δε­σπό­της.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Μα­θη­ταῖς ὑ­πο­δει­κνύ­ει, τα­πει­νώ­σε­ως ὁ Δε­σπό­της τύ­πον· ὁ νε­φέ­λαις δὲ τὸν πό­λον, πε­ρι­βάλ­λων ζών­νυ­ται λέν­τι­ον, καὶ κάμ­πτει γό­νυ, δού­λων ἐκ­πλῦ­ναι πό­δας· οὗ ἐν τῇ χει­ρὶ πνο­ὴ πάν­των τῶν ὄν­των.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Μα­θη­ταῖς ὑ­πο­δει­κνύ­ει, ...

Κα­τα­βα­σί­α.

Τῷ συν­δέ­σμῳ τῆς ἀ­γά­πης, συν­δε­ό­με­νοι οἱ Ἀ­πό­στο­λοι, τῷ δε­σπό­ζον­τι τῶν ὅ­λων, ἑ­αυ­τοὺς Χρι­στῷ ἀ­να­θέ­με­νοι, ὡ­ραί­ους πό­δας, ἐ­ξα­πε­νί­ζον­το, εὐ­αγ­γε­λι­ζό­με­νοι πᾶ­σιν εἰ­ρή­νην.

ᾨ­δὴ Ϛ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Ἄ­βυσ­σος ἐ­σχά­τη, ἁ­μαρ­τη­μά­των, ἐ­κύ­κλω­σέ με, καὶ τὸν κλύ­δω­να μη­κέ­τι φέ­ρων, ὡς ὁ Ἰ­ω­νᾶς τῷ Δε­σπό­τῃ βο­ῶ σοι· Ἐκ φθο­ρᾶς με ἀ­νά­γα­γε.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Κύ­ρι­ον φω­νεῖ­τε, ὦ μα­θη­ταὶ καὶ Δι­δά­σκα­λόν με· καὶ γὰρ πέ­φυ­κα· Σω­τὴρ ἐ­βό­ας· δι­ὸ μι­μεῖ­σθε τὸν τύ­πον ὃν τρό­πον, ἐν ἐ­μοὶ ἐ­θε­ά­σα­σθε.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ῥῦ­πόν τις μὴ ἔ­χων, ἀ­ποῤ­ῥυ­φθῆ­ναι οὐ δεῖ­ται πό­δας· κα­θα­ροὶ ὦ μα­θη­ταὶ ὑ­μεῖς δέ, ἀλλ᾿ οὐ­χὶ πάν­τες· ῥο­πὴ γὰρ ἀ­τά­κτως, ἐξ ὑ­μῶν ἑ­νὸς μαί­νε­ται.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ῥῦ­πόν τις μὴ ἔ­χων, ...

Κα­τα­βα­σί­α.

Ἄ­βυσ­σος ἐ­σχά­τη, ἁ­μαρ­τη­μά­των, ἐ­κύ­κλω­σέ με, καὶ τὸν κλύ­δω­να μη­κέ­τι φέ­ρων, ὡς ὁ Ἰ­ω­νᾶς τῷ Δε­σπό­τῃ βο­ῶ σοι· Ἐκ φθο­ρᾶς με ἀ­νά­γα­γε.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Σὺ γὰρ εἶ ὁ βα­σι­λεὺς τῆς εἰ­ρή­νης...

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Ὁ ἀ­να­γνώ­στης τὸ Κον­τά­κι­ον.

Ποί­η­μα Ρω­μα­νοῦ τοῦ με­λῳ­δοῦ.

Ἦ­χος β´. Τὰ ἄ­νω ζη­τῶν.

Τὸν ἄρ­τον λα­βών, εἰς χεῖ­ρας ὁ προ­δό­της, κρυ­φί­ως αὐ­τάς, ἐ­κτεί­νει καὶ λαμ­βά­νει, τὴν τι­μὴν τοῦ Πλά­σαν­τος, ταῖς οἰ­κεί­αις χερ­σὶ τὸν ἄν­θρω­πον· καὶ ἀ­δι­όρ­θω­τος ἔ­μει­νεν, Ἰ­ού­δας ὁ δοῦ­λος καὶ δό­λι­ος.

Ὁ Οἶ­κος.

Τοῦ Συ­με­ὼν τὸν ἄ­μεμ­πτον βί­ον.

Τῇ μυ­στι­κῇ, ἐν φό­βῳ τρα­πέ­ζῃ, προ­σεγ­γί­σαν­τες πάν­τες, κα­θα­ραῖς ταῖς ψυ­χαῖς, τὸν ἄρ­τον ὑ­πο­δε­ξώ­με­θα, συμ­πα­ρα­μέ­νον­τες τῷ Δε­σπό­τῃ, ἵ­να ἴ­δω­μεν τοὺς πό­δας πῶς ἀ­πο­νί­πτει τῶν μα­θη­τῶν, καὶ ἐ­κμάσ­σει τῷ λεν­τί­ῳ, καὶ ποι­ή­σω­μεν ὥ­σπερ κα­τί­δω­μεν, ἀλ­λή­λοις ὑ­πο­τα­γέν­τες, καὶ ἀλ­λή­λων τοὺς πό­δας ἐκ­πλύ­νον­τες· αὐ­τὸς γὰρ ὁ Χρι­στὸς οὕ­τως ἐ­κέ­λευ­σε, τοῖς αὐ­τοῦ μα­θη­ταῖς ὡς προ­έ­φη­σεν· ἀλλ᾿ οὐκ ἤ­κου­σεν, Ἰ­ού­δας ὁ δοῦ­λος καὶ δό­λι­ος.

Συ­να­ξά­ρι­ον. Πρῶ­τον τοῦ Μη­ναί­ου.

Τῇ ΙϚ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τῶν ἁ­γί­ων μαρ­τύ­ρων γυ­ναι­κῶν, Ἀ­γά­πης, Εἰ­ρή­νης καὶ Χι­ο­νί­ας.

Στίχ. Εἰς τὴν Ἀ­γά­πην καὶ Χι­ο­νί­αν.
Χι­ὼν τὸ πῦρ ἦν τῇ Χι­ο­νί­ᾳ τά­χα,
Οὗ συμ­με­τα­σχεῖν ἠ­γά­πη­σεν Ἀ­γά­πη.

Εἰς τὴν Εἰ­ρή­νην.
Βέ­λος σε πέμ­πει πρὸς τὸν εἰ­ρή­νης τό­πον,
Ἀφ᾿ αἱ­μά­των σῶν ἐ­κμε­θυ­σθέν, Εἰ­ρή­νη.

Χι­ο­νί­ην τ᾿ Ἀ­γά­πην ἑκ­και­δε­κά­τῃ κα­τέ­καυ­σαν.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἁγίων μαρτύρων, Φή­λι­κος ἐ­πι­σκό­που, Ἰ­α­νου­α­ρί­ου πρε­σβυ­τέ­ρου, Φουρ­του­νά­του καὶ Σε­πτε­μί­νου.

Στίχ. Τε­τρὰς ἀ­θλη­τῶν συγ­κε­κομ­μέ­νων ξί­φει
Νῦν συγ­χο­ρεύ­ει μυ­ρι­ά­σιν Ἀγ­γέ­λων.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν ἁ­γί­ων μαρ­τύ­ρων Λε­ω­νί­δου, Χα­ρίσ­σης, Νί­κης, Γα­λη­νῆς, Καλ­λί­δος, Νου­νε­χί­ας, Βα­σι­λίσ­σης καὶ Θε­ο­δώ­ρας.

Στίχ. Εἰς τὸν Λε­ω­νί­δην.
Κόλ­ποις θα­λάσ­σης ἐκ­δο­θεὶς Λε­ω­νί­δης,
Φθά­νει κο­λυμ­βῶν Ἀ­βρα­ὰμ κόλ­πων ἄ­χρι.

Εἰς τὴν Χά­ρισ­σαν.
Θά­λασ­σαν ἡ Χά­ρισ­σα φρίτ­τειν οὐκ ἔ­χω,
Ἥ­τις θά­λασ­σαν προ­ξε­νεῖ μοι χα­ρί­των.

Εἰς τὴν Γα­λη­νὴν καὶ Νί­κην.
Βυ­θῷ Γα­λη­νὴ καὶ Νί­κη βε­βλη­μέ­ναι,
Νί­κην ἐ­φεῦ­ρον καὶ γα­λή­νην ἐκ σά­λου.

Εἰς τὴν Καλ­λί­δα.
Βυ­θὸς θα­λάσ­σης λαμ­βά­νει τὴν Καλ­λί­δα,
Κάλ­λους ἐ­ρῶ­σαν ψυ­χε­ρα­στοῦ Κυ­ρί­ου.

Εἰς τὴν Νου­νε­χί­αν.
Εὑ­ροῦ­σα κέρ­δος ἐκ βυ­θοῦ σω­τη­ρί­αν,
Τὸ νου­νε­χές σου δει­κνύ­εις Νου­νε­χί­α.

Εἰς τὴν Βα­σί­λισ­σαν καὶ Θε­ο­δώ­ραν.
Γα­στὴρ θα­λάσ­σης λαμ­βά­νει κό­ρας δύ­ο,
Λί­χνην φυ­γού­σας δυσ­σε­βεί­ας γα­στέ­ρα.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ἁ­γί­ας μάρ­τυ­ρος Εἰ­ρή­νης.

Στίχ. Εἰ­ρη­νι­κῶς ζή­σα­σα, Μάρ­τυς Εἰ­ρή­νη,
Οὐκ εἰ­ρη­νι­κῶς ἀλλ᾿ ἐκ τοῦ ξί­φους θνῄ­σκεις.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ ἅ­γι­ος νε­ο­μάρ­τυς Μι­χα­ήλ, ὁ Βουρ­λι­ώ­της, ὁ ἐν Σμύρ­νῃ μαρ­τυ­ρή­σας ἐν ἔ­τει ͵αψοβ´ (1772), ξί­φει τε­λει­οῦ­ται.

Στίχ. Βα­φείς, Μι­χα­ήλ, τῷ λύ­θρῳ σῶν αἱ­μά­των
Λευ­κὸς δέ­δει­ξαι ὡς χι­ών, ἀ­θλη­φό­ρε.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ ἅ­γι­ος ὁ­σι­ο­μάρ­τυς Χρι­στο­φό­ρος, ὁ ἐν Ἀ­δρι­α­νου­πό­λει μαρ­τυ­ρή­σας ἐν ἔ­τει ͵αωιη´ (1818), ξί­φει τε­λει­οῦ­ται.

Στίχ. Ἀ­πή­μων πλά­νης ἀ­πέ­σχες Χρι­στο­φό­ρε,
ἀν­τι­ά­σας μαρ­τυ­ρῶν τὸν Ζω­ο­δό­την.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ἁ­γί­ας μάρ­τυ­ρος Εὐ­τυ­χί­ας τῆς ἐκ Θεσ­σα­λο­νί­κης.

Στίχ. Ἀ­θλεῖ Εὐ­τυ­χί­α Κυ­ρί­ου ἡ μάρ­τυς,
Κο­μί­ζου­σα δό­ξαν τῇ Χρι­στοῦ Ἐκ­κλη­σί­ᾳ.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῆς ὁ­σί­ας Θε­ο­δώ­ρας τῆς πριγ­κι­πίσ­σης, τῆς ἐν τῷ Σχή­μα­τι ὀ­νο­μα­σθεί­σης Βάσ­σης ἐν τῷ Νι­ζέγ­κο­ροντ.

Στίχ. Πο­θοῦ­σα Βάσ­σα τὰ κάλ­λη τοῦ Κυ­ρί­ου,
Πᾶ­σαν ἀ­φῆ­κε δό­ξαν τῶν ἐγ­κο­σμί­ων.

Καὶ τοῦ Τρι­ῳ­δί­ου τὸ πα­ρόν.

Τῇ ἁ­γί­ᾳ καὶ Με­γά­λῃ Πέμ­πτῃ, οἱ τὰ πάν­τα κα­λῶς δι­α­τα­ξά­με­νοι θεῖ­οι Πα­τέ­ρες, ἀλ­λη­λο­δι­α­δό­χως ἔκ τε τῶν θεί­ων Ἀ­πο­στό­λων, καὶ τῶν ἱ­ε­ρῶν Εὐ­αγ­γε­λί­ων, πα­ρα­δε­δώ­κα­σιν ἡ­μῖν τέσ­σα­ρά τι­να ἑ­ορ­τά­ζειν· τὸν ἱ­ε­ρὸν Νι­πτῆ­ρα, τὸν Μυ­στι­κὸν Δεῖ­πνον (δη­λα­δὴ τὴν πα­ρά­δο­σιν τῶν καθ᾿ ἡ­μᾶς φρι­κτῶν Μυ­στη­ρί­ων), τὴν ὑ­περ­φυ­ᾶ Προ­σευ­χήν, καὶ τὴν Προ­δο­σί­αν αὐ­τήν.

Στίχ. Εἰς τὸν Ἱ­ε­ρὸν Νι­πτῆ­ρα.
Νί­πτει μα­θη­τῶν ἑ­σπέ­ρας Θε­ὸς πό­δας,
Οὗ ποῦς πα­τῶν ἦν εἰς Ἐ­δὲμ δεί­λης πά­λαι.

Εἰς τὸν Μυ­στι­κὸν Δεῖ­πνον.
Δι­πλοῦς ὁ Δεῖ­πνος· Πά­σχα γὰρ νό­μου φέ­ρει,
Καὶ Πά­σχα και­νόν, Αἷ­μα, Σῶ­μα Δε­σπό­του.

Εἰς τὴν ὑ­περ­φυ­ᾶ Προ­σευ­χήν.
Προ­σεύ­χῃ· καὶ φό­βη­τρα, θρόμ­βοι αἱ­μά­των,
Χρι­στέ, προ­σώ­που· πα­ραι­τού­με­νος δῆ­θεν
Θά­να­τον, ἐ­χθρὸν ἐν τού­τοις φε­να­κί­ζων.

Εἰς τὴν Προ­δο­σί­αν.
Τί δεῖ μα­χαι­ρῶν; τί ξύ­λων, λα­ο­πλά­νοι,
Πρὸς τὸν θα­νεῖν πρό­θυ­μον εἰς κό­σμου λύ­τρον;

Τῇ ἀ­φά­τῳ σου εὐ­σπλαγ­χνί­ᾳ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

* * *

Εἶ­τα αἱ ζ´ καὶ η´ ᾠ­δαὶ τοῦ κα­νό­νος.

ᾨ­δὴ ζ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Οἱ Παῖ­δες ἐν Βα­βυ­λῶ­νι, κα­μί­νου φλό­γα οὐκ ἔ­πτη­ξαν, ἀλλ᾿ ἐν μέ­σῳ φλο­γὸς ἐμ­βλη­θέν­τες, δρο­σι­ζό­με­νοι ἔ­ψαλ­λον· Εὐ­λο­γη­τὸς εἶ Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Νευ­στά­ζων κά­ραν Ἰ­ού­δας, κα­κὰ προ­βλέ­πων ἐ­κί­νη­σεν, εὐ­και­ρί­αν ζη­τῶν πα­ρα­δοῦ­ναι, τὸν Κρι­τὴν εἰς κα­τά­κρι­σιν· ὃς πάν­των ἐ­στὶ Κύ­ρι­ος, καὶ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ὑ­μῶν, ὁ Χρι­στὸς τοῖς φί­λοις ἐ­βό­α, εἷς πα­ρα­δώ­σει με· εὐ­φρο­σύ­νης λα­θόν­τες ἀ­γω­νί­ᾳ, καὶ λύ­πῃ συ­νεί­χον­το. Τίς οὗ­τος; φρά­σον λέ­γον­τες, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Μεθ᾿ ὅ­στις ἐ­μοῦ τὴν χεῖ­ρα, τρυ­βλί­ῳ βάλ­λει θρα­σύ­τη­τι, τού­τῳ πλὴν κα­λὸν ἦν πύ­λας βί­ου, πε­ρά­σαι μη­δέ­πο­τε· τοῦ­τον ὃς ἦν ἐ­δή­λου δέ, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.

Κα­τα­βα­σί­α.

Οἱ Παῖ­δες ἐν Βα­βυ­λῶ­νι, κα­μί­νου φλό­γα οὐκ ἔ­πτη­ξαν, ἀλλ᾿ ἐν μέ­σῳ φλο­γὸς ἐμ­βλη­θέν­τες, δρο­σι­ζό­με­νοι ἔ­ψαλ­λον· Εὐ­λο­γη­τὸς εἶ Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.

ᾨ­δὴ η´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Νό­μων πα­τρῴ­ων οἱ μα­κα­ρι­στοί, ἐν Βα­βυ­λῶ­νι Νέ­οι προ­κιν­δυ­νεύ­ον­τες, βα­σι­λεύ­ον­τος κα­τέ­πτυ­σαν, προ­στα­γῆς ἀ­λο­γί­στου· καὶ συ­νημ­μέ­νοι ᾧ οὐκ ἐ­χω­νεύ­θη­σαν πυ­ρί, τοῦ κρα­τοῦν­τος ἐ­πά­ξι­ον, ἀ­νέ­μελ­πον τὸν ὕ­μνον· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Οἱ δαι­τυ­μό­νες οἱ μα­κα­ρι­στοί, ἐν τῇ Σι­ὼν τῷ Λό­γῳ, προ­σκαρ­τε­ρή­σαν­τες, οἱ Ἀ­πό­στο­λοι πα­ρεί­πον­το, τῷ Ποι­μέ­νι ὡς ἄρ­νες, καὶ συ­νημ­μέ­νοι, ᾧ οὐκ ἐ­χω­ρί­σθη­σαν Χρι­στῷ, θεί­ῳ λό­γῳ τρε­φό­με­νοι, εὐ­χα­ρί­στως ἐ­βό­ων· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Εὐ­λο­γοῦ­μεν Πα­τέ­ρα, Υἱ­ὸν
καὶ ἅ­γι­ον Πνεῦ­μα, τὸν Κύ­ρι­ον·
ὑ­μνοῦ­μεν καὶ ὑ­πε­ρυ­ψοῦ­μεν
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Νό­μου φι­λί­ας, ὁ δυ­σώ­νυ­μος, Ἰ­σκα­ρι­ώ­της γνώ­μῃ, ἐ­πι­λα­θό­με­νος, οὓς ἐ­νί­ψα­το ηὐ­τρέ­πι­σε, πρὸς προ­δο­σί­αν πό­δας· καὶ σοῦ ἐ­σθί­ων, ἄρ­τον Σῶ­μα θεῖ­ον ἐ­πῆ­ρε, πτερ­νι­σμὸν ἐ­πὶ σὲ Χρι­στέ, καὶ βο­ᾶν οὐ συ­νῆ­κε· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἐ­δε­ξι­οῦ­το τὸ λυ­τή­ρι­ον, τῆς ἁ­μαρ­τί­ας σῶ­μα, ὁ ἀ­συ­νεί­δη­τος, καὶ τὸ Αἷ­μα τὸ χε­ό­με­νον, ὑ­πὲρ κό­σμου τὸ θεῖ­ον· ἀλλ᾿ οὐκ ᾐ­δεῖ­το, πί­νων ὃ ἐ­πί­πρα­σκε τι­μῆς, οὐ κα­κί­ᾳ προ­σώ­χθι­σε, καὶ βο­ᾶν οὐ συ­νῆ­κε· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Κα­τα­βα­σί­α.

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν,
προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον·
ὑ­μνοῦν­τες καὶ ὑ­πε­ρυ­ψοῦν­τες
αὐ­τὸν εἰς τοὺς αἰ­ῶ­νας.

Νό­μων πα­τρῴ­ων οἱ μα­κα­ρι­στοί, ἐν Βα­βυ­λῶ­νι Νέ­οι προ­κιν­δυ­νεύ­ον­τες, βα­σι­λεύ­ον­τος κα­τέ­πτυ­σαν, προ­στα­γῆς ἀ­λο­γί­στου· καὶ συ­νημ­μέ­νοι ᾧ οὐκ ἐ­χω­νεύ­θη­σαν πυ­ρί, τοῦ κρα­τοῦν­τος ἐ­πά­ξι­ον, ἀ­νέ­μελ­πον τὸν ὕ­μνον· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

* * *

Ὁ δι­ά­κο­νος· Τὴν Θε­ο­τό­κον ἐν ὕ­μνοις με­γα­λύ­νο­μεν.

Ἡ Τι­μι­ω­τέ­ρα οὐ στι­χο­λο­γεῖ­ται.

Καὶ ψάλ­λε­ται ἡ

ᾨ­δὴ θ´. Ἦ­χος πλ. β´. Ὁ εἱρ­μός.

Ξε­νί­ας δε­σπο­τι­κῆς, καὶ ἀ­θα­νά­του τρα­πέ­ζης, ἐν ὑ­πε­ρῴ­ῳ τό­πῳ, ταῖς ὑ­ψη­λαῖς φρε­σί, πι­στοὶ δεῦ­τε ἀ­πο­λαύ­σω­μεν, ἐ­πα­να­βε­βη­κό­τα λό­γον, ἐκ τοῦ Λό­γου μα­θό­ντες, ὃν με­γα­λύ­νο­μεν.

Τρο­πά­ρι­α.

Δό­ξα σοι, ὁ Θε­ὸς ἡ­μῶν, δό­ξα σοι.

Ἄ­πι­τε –τοῖς μα­θη­ταῖς, ὁ Λό­γος ἔ­φη– τὸ Πά­σχα, ἐν ὑ­πε­ρῴ­ῳ τό­πῳ, ᾧ νοῦς ἐ­νί­δρυ­ται, οἷς μυ­στα­γω­γῶ σκευ­ά­σα­τε, ἀ­ζύ­μῳ ἀ­λη­θεί­ας λό­γῳ· τὸ στεῤ­ῥὸν δὲ τῆς χά­ρι­τος, με­γα­λύ­να­τε.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ
καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Δη­μι­ουρ­γὸν ὁ Πα­τήρ, πρὸ τῶν αἰ­ώ­νων Σο­φί­αν, γεν­νᾷ ἀρ­χὴν ὁ­δῶν με, εἰς ἔρ­γα ἔ­κτι­σε, τὰ νῦν μυ­στι­κῶς τε­λού­με­να· Λό­γος γὰρ ἄ­κτι­στος ὢν φύ­σει, τὰς φω­νὰς οἰ­κει­οῦ­μαι, οὗ νῦν προ­σεί­λη­φα.

Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς
αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὡς ἄν­θρω­πος ὑ­πάρ­χω, οὐ­σί­ᾳ οὐ φαν­τα­σί­ᾳ, οὕ­τω Θε­ὸς τῷ τρό­πῳ, τῆς ἀν­τι­δό­σε­ως, ἡ φύ­σις ἡ ἑ­νω­θεῖ­σά μοι· Χρι­στὸν ἕ­να δι­ό με γνῶ­τε, τὰ ἐξ ὧν ἐν οἷς ἅ­περ, πέ­φυ­κα σῴ­ζον­τα.

Κα­τα­βα­σί­α.

Ξε­νί­ας δε­σπο­τι­κῆς, καὶ ἀ­θα­νά­του τρα­πέ­ζης, ἐν ὑ­πε­ρῴ­ῳ τό­πῳ, ταῖς ὑ­ψη­λαῖς φρε­σί, πι­στοὶ δεῦ­τε ἀ­πο­λαύ­σω­μεν, ἐ­πα­να­βε­βη­κό­τα λό­γον, ἐκ τοῦ Λό­γου μα­θό­ντες, ὃν με­γα­λύ­νο­μεν.

Συ­να­πτὴ μι­κρά, μεθ᾿ ἣν ἐκ­φώ­νη­σις·
Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις...

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἐ­ξα­πο­στει­λά­ρι­ον. Αὐ­τό­με­λον. Ἦ­χος γ´.

Τὸν νυμ­φῶ­νά σου βλέ­πω, Σω­τήρ μου κε­κο­σμη­μέ­νον, καὶ ἔν­δυ­μα οὐκ ἔ­χω, ἵ­να εἰ­σέλ­θω ἐν αὐ­τῷ· λάμ­πρυ­νόν μου, τὴν στο­λὴν τῆς ψυ­χῆς, Φω­το­δό­τα, καὶ σῶ­σόν με. (τρίς)

* * *

ΑΙΝΟΙ

Ἦ­χος β´.

Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν, αἰ­νεῖ­τε αὐ­τὸν ἐν τοῖς ὑ­ψί­στοις. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Αἰ­νεῖ­τε αὐ­τόν, πάν­τες οἱ ἄγ­γε­λοι αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τόν, πᾶ­σαι αἱ δυ­νά­μεις αὐ­τοῦ. Σοὶ πρέ­πει ὕ­μνος τῷ Θε­ῷ.

Ἡ Στι­χο­λο­γί­α (Ψαλ­μοὶ ρμη´, ρμθ´, ρν´).

Ψαλ­μὸς ρμη´ (148).

Αἰ­νεῖ­τε αὐ­τόν, ἥ­λι­ος καὶ σε­λή­νη· αἰ­νεῖ­τε αὐ­τόν, πάν­τα τὰ ἄ­στρα καὶ τὸ φῶς.

Αἰ­νεῖ­τε αὐ­τόν, οἱ οὐ­ρα­νοὶ τῶν οὐ­ρα­νῶν καὶ τὸ ὕ­δωρ τὸ ὑ­πε­ρά­νω τῶν οὐ­ρα­νῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι αὐ­τὸς εἶ­πε, καὶ ἐ­γε­νή­θη­σαν, αὐ­τὸς ἐ­νε­τεί­λα­το, καὶ ἐ­κτί­σθη­σαν.

Ἔ­στη­σεν αὐ­τὰ εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος· πρό­σταγ­μα ἔ­θε­το, καὶ οὐ πα­ρε­λεύ­σε­ται.

Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῆς γῆς, δρά­κον­τες καὶ πᾶ­σαι ἄ­βυσ­σοι.

Πῦρ, χά­λα­ζα, χι­ών, κρύ­σταλ­λος, πνεῦ­μα κα­ται­γί­δος, τὰ ποι­οῦν­τα τὸν λό­γον αὐ­τοῦ.

Τὰ ὄ­ρη καὶ πάν­τες οἱ βου­νοί, ξύ­λα καρ­πο­φό­ρα καὶ πᾶ­σαι κέ­δροι.

Τὰ θη­ρί­α καὶ πάν­τα τὰ κτή­νη, ἑρ­πε­τὰ καὶ πε­τει­νὰ πτε­ρω­τά.

Βα­σι­λεῖς τῆς γῆς καὶ πάν­τες λα­οί, ἄρ­χον­τες καὶ πάν­τες κρι­ταὶ γῆς.

Νε­α­νί­σκοι καὶ παρ­θέ­νοι, πρε­σβύ­τε­ροι με­τὰ νε­ω­τέ­ρων, αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα Κυ­ρί­ου, ὅ­τι ὑ­ψώ­θη τὸ ὄ­νο­μα αὐ­τοῦ μό­νου.

Ἡ ἐ­ξο­μο­λό­γη­σις αὐ­τοῦ ἐ­πὶ γῆς καὶ οὐ­ρα­νοῦ, καὶ ὑ­ψώ­σει κέ­ρας λα­οῦ αὐ­τοῦ.

Ὕ­μνος πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ, τοῖς υἱ­οῖς Ἰσ­ρα­ήλ, λα­ῷ ἐγ­γί­ζον­τι αὐ­τῷ.

Ψαλ­μὸς ρμθ´ (149).

ᾌ­σα­τε τῷ Κυ­ρί­ῳ ᾆ­σμα και­νὸν ἡ αἴ­νε­σις αὐ­τοῦ ἐν ἐκ­κλη­σί­ᾳ ὁ­σί­ων.

Εὐ­φραν­θή­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τῷ ποι­ή­σαν­τι αὐ­τόν, καὶ υἱ­οὶ Σι­ὼν ἀ­γαλ­λι­ά­σθω­σαν ἐ­πὶ τῷ βα­σι­λεῖ αὐ­τῶν.

Αἰ­νε­σά­τω­σαν τὸ ὄ­νο­μα αὐ­τοῦ ἐν χο­ρῷ, ἐν τυμ­πά­νῳ καὶ ψαλ­τη­ρί­ῳ ψα­λά­τω­σαν αὐ­τῷ.

Ὅ­τι εὐ­δο­κεῖ Κύ­ρι­ος ἐν τῷ λα­ῷ αὐ­τοῦ καὶ ὑ­ψώ­σει πρα­εῖς ἐν σω­τη­ρί­ᾳ.

Καυ­χή­σον­ται ὅ­σι­οι ἐν δό­ξῃ καὶ ἀ­γαλ­λι­ά­σον­ται ἐ­πὶ τῶν κοι­τῶν αὐ­τῶν.

Αἱ ὑ­ψώ­σεις τοῦ Θε­οῦ ἐν τῷ λά­ρυγ­γι αὐ­τῶν, καὶ ῥομ­φαῖ­αι δί­στο­μοι ἐν ταῖς χερ­σὶν αὐ­τῶν,

Τοῦ ποι­ῆ­σαι ἐκ­δί­κη­σιν ἐν τοῖς ἔ­θνε­σιν, ἐ­λεγ­μοὺς ἐν τοῖς λα­οῖς,

Τοῦ δῆ­σαι τοὺς βα­σι­λεῖς αὐ­τῶν ἐν πέ­δαις καὶ τοὺς ἐν­δό­ξους αὐ­τῶν ἐν χει­ρο­πέ­δαις σι­δη­ραῖς.

Τοῦ ποι­ῆ­σαι ἐν αὐ­τοῖς κρῖ­μα ἔγ­γρα­πτον· δό­ξα αὕ­τη ἔ­σται πᾶ­σι τοῖς ὁ­σί­οις αὐ­τοῦ.

Ψαλ­μὸς ρν´ (150).

Αἰ­νεῖ­τε τὸν Θε­ὸν ἐν τοῖς ἁ­γί­οις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν στε­ρε­ώ­μα­τι τῆς δυ­νά­με­ως αὐ­τοῦ.

Ἱ­στῶ­μεν Στί­χους δ´, καὶ ψάλ­λο­μεν
τὰ ἑ­πό­με­να Στι­χη­ρὰ Ἰ­δι­ό­με­λα.

Ἦ­χος β´. Κο­σμᾶ μο­να­χοῦ.

Στίχ. α´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐ­πὶ ταῖς δυ­να­στεί­αις αὐ­τοῦ· αἰ­νεῖ­τε αὐ­τὸν κα­τὰ τὸ πλῆ­θος τῆς με­γα­λω­σύ­νης αὐ­τοῦ.

Συν­τρέ­χει λοι­πόν, τὸ συ­νέ­δρι­ον τῶν Ἰ­ου­δαί­ων, ἵ­να τὸν Δη­μι­ουρ­γόν, καὶ Κτί­στην τῶν ἁ­πάν­των, Πι­λά­τῳ πα­ρα­δώ­σῃ· ὢ τῶν ἀ­νό­μων! ὢ τῶν ἀ­πί­στων! ὅ­τι τὸν ἐρ­χό­με­νον, κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, εἰς κρί­σιν εὐ­τρε­πί­ζου­σι· τὸν ἰ­ώ­με­νον τὰ πά­θη, πρὸς πά­θος ἑ­τοι­μά­ζου­σι. Κύ­ρι­ε μα­κρό­θυ­με, μέ­γα σου τὸ ἔ­λε­ος· δό­ξα σοι.

Στίχ. β´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν ἤ­χῳ σάλ­πιγ­γος· αἰ­νεῖ­τε αὐ­τὸν ἐν ψαλ­τη­ρί­ῳ καὶ κι­θά­ρᾳ.

Ἰ­ω­άν­νου Μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἰ­ού­δας ὁ πα­ρά­νο­μος Κύ­ρι­ε, ὁ βά­ψας ἐν τῷ δεί­πνῳ τὴν χεῖ­ρα, ἐν τῷ τρυ­βλί­ῳ με­τὰ σοῦ, ἐ­ξέ­τει­νεν ἀ­νό­μοις τὰς χεῖ­ρας, τοῦ λα­βεῖν ἀρ­γύ­ρι­α· καὶ ὁ τοῦ μύ­ρου λο­γι­σά­με­νος τι­μήν, σὲ τὸν ἀ­τί­μη­τον οὐκ ἔ­φρι­ξε πω­λῆ­σαι· ὁ τοὺς πό­δας ὑ­φα­πλώ­σας, ἐ­πὶ τὸ νί­ψαι τὸν Δε­σπό­την, κα­τε­φί­λη­σε δο­λί­ως, εἰς τὸ προ­δοῦ­ναι τοῖς ἀ­νό­μοις· χο­ροῦ δὲ Ἀ­πο­στό­λων ῥι­φείς, καὶ τὰ τρι­ά­κον­τα ῥί­ψας ἀρ­γύ­ρι­α, σοῦ τὴν τρι­ή­με­ρον Ἀ­νά­στα­σιν οὐκ εἶ­δε· δι᾿ ἧς ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. γ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.

Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἰ­ού­δας ὁ προ­δό­της δό­λι­ος ὤν, δο­λί­ῳ φι­λή­μα­τι, πα­ρέ­δω­κε τὸν Σω­τῆ­ρα Κύ­ρι­ον· τὸν Δε­σπό­την τῶν ἁ­πάν­των, ὡς δοῦ­λον πέ­πρα­κε τοῖς πα­ρα­νό­μοις· καὶ ὡς πρό­βα­τον ἐ­πὶ σφα­γήν, οὕ­τως ἠ­κο­λού­θει, ὁ Ἀ­μνὸς ὁ τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς ὁ τοῦ Πα­τρός, ὁ μό­νος πο­λυ­έ­λε­ος.

Στίχ. δ´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις εὐ­ή­χοις· αἰ­νεῖ­τε αὐ­τὸν ἐν κυμ­βά­λοις ἀ­λα­λαγ­μοῦ. Πᾶ­σα πνο­ὴ αἰ­νε­σά­τω τὸν Κύ­ρι­ον.

Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἰ­ού­δας ὁ δοῦ­λος καὶ δό­λι­ος, ὁ μα­θη­τὴς καὶ ἐ­πί­βου­λος, ὁ φί­λος καὶ δι­ά­βο­λος, ἐκ τῶν ἔρ­γων ἀ­πε­φάν­θη· ἠ­κο­λού­θει γὰρ τῷ Δι­δα­σκά­λῳ, καὶ καθ᾿ ἑ­αυ­τὸν ἐ­με­λέ­τη­σε τὴν προ­δο­σί­αν· ἔ­λε­γεν ἐν ἑ­αυ­τῷ· Πα­ρα­δώ­σω τοῦ­τον, καὶ κερ­δή­σω τὰ συ­να­χθέν­τα χρή­μα­τα· ἐ­πε­ζή­τει δὲ καὶ τὸ μύ­ρον πρα­θῆ­ναι, καὶ τὸν Ἰ­η­σοῦν δό­λῳ κρα­τη­θῆ­ναι· ἀ­πέ­δω­κεν ἀ­σπα­σμόν, πα­ρέ­δω­κε τὸν Χρι­στόν· καὶ ὡς πρό­βα­τον ἐ­πὶ σφα­γήν, οὕ­τως ἠ­κο­λού­θει, ὁ μό­νος εὔ­σπλαγ­χνος καὶ φι­λάν­θρω­πος.

Δό­ξα. Καὶ νῦν. Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ὃν ἐ­κή­ρυ­ξεν Ἀ­μνὸν Ἡ­σα­ΐ­ας, ἔρ­χε­ται ἐ­πὶ σφα­γὴν ἑ­κού­σι­ον, καὶ τὸν νῶ­τον δί­δω­σιν εἰς μά­στι­γας, τὰς σι­α­γό­νας εἰς ῥα­πί­σμα­τα· τὸ δὲ πρό­σω­πον οὐκ ἀ­πε­στρά­φη, ἀ­πὸ αἰ­σχύ­νης ἐμ­πτυ­σμά­των· θα­νά­τῳ δὲ ἀ­σχή­μο­νι κα­τα­δι­κά­ζε­ται· πάν­τα ὁ Ἀ­να­μάρ­τη­τος, ἑ­κου­σί­ως κα­τα­δέ­χε­ται, ἵ­να πᾶ­σι δω­ρή­ση­ται, τὴν ἐκ νε­κρῶν ἀ­νά­στα­σιν.

* * *

ΔΟΞΟΛΟΓΙΑ

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης ἀ­να­γι­νώ­σκει χῦ­μα τὴν μι­κρὰν δο­ξο­λο­γί­αν ὡς ἀ­κο­λού­θως.

Σοὶ δό­ξα πρέ­πει, Κύ­ρι­ε, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α.

Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι, δι­ὰ τὴν με­γά­λην σου δό­ξαν.

Κύ­ρι­ε Βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ Ἅ­γι­ον Πνεῦ­μα.

Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου.

Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καθ᾿ ἑ­κά­στην ἡ­μέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να, καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γε­νή­θης ἡ­μῖν, ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι.

Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου.

Ὅ­τι πα­ρὰ σοὶ πη­γὴ ζω­ῆς· ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς.

Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε.

Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ ἡ­μέ­ρᾳ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν.

Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα· συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου.

Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε· φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου.

Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς.

Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

* * *

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Εἶ­τα ὁ δι­ά­κο­νος λέ­γει τὰ Πλη­ρω­τι­κά, ὁ δὲ χο­ρὸς ἀ­πο­κρί­νε­ται εἰς μὲν τὰς δύ­ο πρώ­τας δε­ή­σεις δι­ὰ τοῦ Κύ­ρι­ε, ἐ­λέ­η­σον, εἰς τὰς ἑ­πο­μέ­νας ἓξ δι­ὰ τοῦ Πα­ρά­σχου, Κύ­ρι­ε, εἰς δὲ τὴν τε­λευ­ταί­αν δι­ὰ τοῦ Σοί, Κύ­ρι­ε.

Πλη­ρώ­σω­μεν τὴν ἑ­ω­θι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῆ σῇ χά­ρι­τι.

Τὴν ἡ­μέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι Θε­ὸς ἐ­λέ­ους, οἰ­κτιρ­μῶν καὶ φι­λαν­θρω­πί­ας ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκ­φώ­νη­σιν·

Σὸν γάρ ἐ­στι τὸ ἐ­λε­εῖν καὶ σῴ­ζειν ἡ­μᾶς, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΤΑ ΑΠΟΣΤΙΧΑ

Καὶ με­τὰ τὴν ἐκ­φώ­νη­σιν ψάλ­λο­μεν
τὰ ἀ­πό­στι­χα. Ἄρ­χε­ται δὲ ὁ β´ χο­ρός.

Με­θο­δί­ου πα­τρι­άρ­χου. Ἦ­χος πλ. δ´.

Σή­με­ρον τὸ κα­τὰ τοῦ Χρι­στοῦ, πο­νη­ρὸν συ­νή­χθη συ­νέ­δρι­ον, καὶ κατ᾿ αὐ­τοῦ κε­νὰ ἐ­βου­λεύ­σα­το, πα­ρα­δοῦ­ναι Πι­λά­τῳ, εἰς θά­να­τον τὸν ἀ­νεύ­θυ­νον. Σή­με­ρον τὴν τῶν χρη­μά­των ἀγ­χό­νην, Ἰ­ού­δας ἑ­αυ­τῷ πε­ρι­τί­θη­σι, καὶ στε­ρεῖ­ται κατ᾿ ἄμ­φῳ ζω­ῆς, προ­σκαί­ρου καὶ θεί­ας. Σή­με­ρον Κα­ϊ­ά­φας, ἄ­κων προ­φη­τεύ­ει· Συμ­φέ­ρει λέ­γων, ὑ­πὲρ τοῦ λα­οῦ ἕ­να ἀ­πο­λέ­σθαι· ἦλ­θε γάρ, ὑ­πὲρ τῶν ἁ­μαρ­τι­ῶν ἡ­μῶν τοῦ πα­θεῖν, ἵ­να ἡ­μᾶς ἐ­λευ­θε­ρώ­σῃ, ἐκ τῆς δου­λεί­ας τοῦ ἐ­χθροῦ, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Στίχ. Ὁ ἐ­σθί­ων ἄρ­τους μου ἐ­με­γά­λυ­νεν ἐπ᾿ ἐ­μὲ πτερ­νι­σμόν.

Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Σή­με­ρον ὁ Ἰ­ού­δας, τὸ τῆς φι­λο­πτω­χεί­ας, κρύ­πτει προ­σω­πεῖ­ον, καὶ τῆς πλε­ο­νε­ξί­ας, ἀ­να­κα­λύ­πτει τὴν μορ­φήν· οὐ­κέ­τι τῶν πε­νή­των φρον­τί­ζει· οὐ­κέ­τι τὸ μύ­ρον πι­πρά­σκει, τὸ τῆς ἁ­μαρ­τω­λοῦ, ἀλ­λὰ τὸ οὐ­ρά­νι­ον μύ­ρον, καὶ ἐξ αὐ­τοῦ νο­σφί­ζε­ται τὰ ἀρ­γύ­ρι­α· τρέ­χει πρὸς Ἰ­ου­δαί­ους, λέ­γει τοῖς πα­ρα­νό­μοις· Τί μοι θέ­λε­τε δοῦ­ναι, κἀ­γὼ ὑ­μῖν πα­ρα­δώ­σω αὐ­τόν; Ὢ φι­λαρ­γυ­ρί­ας προ­δό­του! εὔ­ω­νον ποι­εῖ­ται τὴν πρᾶ­σιν· πρὸς τὴν γνώ­μην τῶν ἀ­γο­ρα­ζόν­των, τοῦ πω­λου­μέ­νου, τὴν πραγ­μα­τεί­αν ποι­εῖ­ται· οὐκ ἀ­κρι­βο­λο­γεῖ­ται πρὸς τὴν τι­μήν, ἀλλ᾿ ὡς δοῦ­λον φυ­γά­δα ἀ­πεμ­πο­λεῖ· ἔ­θος γὰρ τοῖς κλέ­πτου­σι, ῥί­πτειν τὰ τί­μι­α· νῦν ἔ­βα­λε τὰ ἅ­γι­α, τοῖς κυ­σὶν ὁ μα­θη­τής· ἡ γὰρ λύσ­σα τῆς φι­λαρ­γυ­ρί­ας, κα­τὰ τοῦ ἰ­δί­ου Δε­σπό­του, μαί­νε­σθαι ἐ­ποί­η­σεν αὐ­τόν· ἧς τὴν πεῖ­ραν φύ­γω­μεν, κρά­ζον­τες· Μα­κρό­θυ­με Κύ­ρι­ε, δό­ξα σοι.

Στίχ. Ἐ­ξε­πο­ρεύ­ε­το ἔ­ξω, καὶ ἐ­λά­λει ἐ­πὶ τὸ αὐ­τό.

Ἰ­ω­άν­νου μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ὁ τρό­πος σου δο­λι­ό­τη­τος γέ­μει, πα­ρά­νο­με Ἰ­ού­δα· νο­σῶν γὰρ φι­λαρ­γυ­ρί­αν, ἐ­κέρ­δη­σας μι­σαν­θρω­πί­αν· εἰ γὰρ πλοῦ­τον ἠ­γά­πας, τί τῷ πε­ρὶ πτω­χεί­ας δι­δά­σκον­τι ἐ­φοί­τας; εἰ δὲ καὶ ἐ­φί­λεις, ἵ­να τί ἐ­πώ­λεις τὸν ἀ­τί­μη­τον, προ­δι­δοὺς εἰς μι­αι­φο­νί­αν; Φρῖ­ξον ἥ­λι­ε, στέ­να­ξον ἡ γῆ, καὶ κλο­νου­μέ­νη βό­η­σον· Ἀ­νε­ξί­κα­κε Κύ­ρι­ε δό­ξα σοι.

Στίχ. Λό­γον πα­ρά­νο­μον κα­τέ­θεν­το κατ᾿ ἐ­μοῦ.

Με­θο­δί­ου πα­τρι­άρ­χου. Ἦ­χος ὁ αὐ­τός.

Μη­δεὶς ὦ πι­στοί, τοῦ δε­σπο­τι­κοῦ δεί­πνου ἀ­μύ­η­τος, μη­δεὶς ὅ­λως ὡς ὁ Ἰ­ού­δας, δο­λί­ως προ­σί­τω τῇ τρα­πέ­ζῃ· ἐ­κεῖ­νος γὰρ τὸν ψω­μὸν δε­ξά­με­νος, κα­τὰ τοῦ ἄρ­του ἐ­χώ­ρη­σε, σχή­μα­τι μὲν ὢν μα­θη­τής, πράγ­μα­τι δὲ πα­ρὼν φο­νευ­τής, τοῖς μὲν Ἰ­ου­δαί­οις συ­να­γαλ­λό­με­νος, τοῖς δὲ Ἀ­πο­στό­λοις συ­ναυ­λι­ζό­με­νος· μι­σῶν ἐ­φί­λει, φι­λῶν ἐ­πώ­λει, τὸν ἐ­ξα­γο­ρά­σαν­τα ἡ­μᾶς τῆς κα­τά­ρας, τὸν Θε­ὸν καὶ Σω­τῆ­ρα τῶν ψυ­χῶν ἡ­μῶν.

Δό­ξα. Ἦ­χος ὁ αὐ­τός.

Ὁ τρό­πος σου δο­λι­ό­τη­τος γέ­μει, πα­ρά­νο­με Ἰ­ού­δα·... (βλ. ἀνωτέρω)

Καὶ νῦν. Ἦ­χος ὁ αὐ­τός.

Κο­σμᾶ μο­να­χοῦ. Ἦ­χος πλ. α´.

Μυ­στα­γω­γῶν σου Κύ­ρι­ε, τοὺς μα­θη­τὰς ἐ­δί­δα­σκες λέ­γων· Ὦ φί­λοι ὁ­ρᾶ­τε, μη­δεὶς ὑ­μᾶς χω­ρί­σει μου φό­βος· εἰ γὰρ πά­σχω, ἀλλ᾿ ὑ­πὲρ τοῦ κό­σμου· μὴ οὖν σκαν­δα­λί­ζε­σθε ἐν ἐ­μοί· οὐ γὰρ ἦλ­θον δι­α­κο­νη­θῆ­ναι, ἀλ­λὰ δι­α­κο­νῆ­σαι, καὶ δοῦ­ναι τὴν ψυ­χήν μου, λύ­τρον ὑ­πὲρ τοῦ κό­σμου. Εἰ οὖν ὑ­μεῖς φί­λοι μου ἐ­στέ, ἐ­μὲ μι­μεῖ­σθε· ὁ θέ­λων πρῶ­τος εἶ­ναι, ἔ­στω ἔ­σχα­τος· ὁ δε­σπό­της, ὡς ὁ δι­ά­κο­νος· μεί­να­τε ἐν ἐ­μοί, ἵ­να βό­τρυν φέ­ρη­τε· ἐ­γὼ γάρ εἰ­μι, τῆς ζω­ῆς ἡ ἄμ­πε­λος.

* * *

Εἶ­τα ὁ προ­ε­στὼς ἢ ὁ ἱ­ε­ρεύς·

Ἀ­γα­θὸν τὸ ἐ­ξο­μο­λο­γεῖ­σθαι τῷ Κυ­ρί­ῳ, καὶ ψάλ­λειν τῷ ὀ­νό­μα­τί σου, Ὕ­ψι­στε, τοῦ ἀ­ναγ­γέλ­λειν τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου καὶ τὴν ἀ­λή­θει­άν σου κα­τὰ νύ­κτα. (Ψαλμ. Ϟα´ 2-3)

Ὁ ἀ­να­γνώ­στης τὸ τρι­σά­γι­ον.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ α´ χο­ρὸς τὸ τρο­πά­ρι­ον. Ἦ­χος πλ. δ´.

Ὅ­τε οἱ ἔν­δο­ξοι μα­θη­ταί, ἐν τῷ νι­πτῆ­ρι τοῦ δεί­πνου ἐ­φω­τί­ζον­το, τό­τε Ἰ­ού­δας ὁ δυσ­σε­βής, φι­λαρ­γυ­ρί­αν νο­σή­σας ἐ­σκο­τί­ζε­το· καὶ ἀ­νό­μοις κρι­ταῖς, σὲ τὸν δί­και­ον κρι­τὴν πα­ρα­δί­δω­σι. Βλέ­πε χρη­μά­των ἐ­ρα­στά, τὸν δι­ὰ ταῦ­τα ἀγ­χό­νῃ χρη­σά­με­νον· φεῦ­γε ἀ­κό­ρε­στον ψυ­χήν, τὴν δι­δα­σκά­λῳ τοι­αῦ­τα τολ­μή­σα­σαν. Ὁ πε­ρὶ πάν­τας ἀ­γα­θός, Κύ­ρι­ε δό­ξα σοι.

* * *

Η ΠΡΟΦΗΤΕΙΑ

Καὶ εὐ­θὺς τὸ τρο­πά­ρι­ον τῆς προ­φη­τεί­ας.

Ἦ­χος γ´.

Ὁ ῥα­πι­σθεὶς ὑ­πὲρ γέ­νους ἀν­θρώ­πων, καὶ μὴ ὀρ­γι­σθείς, ἐ­λευ­θέ­ρω­σον ἐκ φθο­ρᾶς, τὴν ζω­ὴν ἡ­μῶν Κύ­ρι­ε, καὶ σῶ­σον ἡ­μᾶς.

Δό­ξα. Καὶ νῦν. Τὸ αὐ­τό.

Ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον. Ἦ­χος α´. Ψαλ­μὸς πβ´ (82).

Γνώ­τω­σαν ἔ­θνη, ὅ­τι ὄ­νο­μά σοι Κύ­ρι­ος, σὺ μό­νος ὕ­ψι­στος ἐ­πὶ πᾶ­σαν τὴν γῆν.

Στίχ. Ὁ Θε­ός, τίς ὁ­μοι­ω­θή­σε­ταί σοι; μὴ σι­γή­σῃς, μη­δὲ κα­τα­πρα­ΰ­νης, ὁ Θε­ός.

Προ­φη­τεί­ας Ἱ­ε­ρε­μί­ου τὸ Ἀ­νά­γνω­σμα
(ι­α´ 18-23. ιβ´ 1-5, 9-11, 14-15).

Κύ­ρι­ε, γνώ­ρι­σόν μοι, καὶ γνώ­σο­μαι. Τό­τε εἶ­δον τὰ ἐ­πι­τη­δεύ­μα­τα αὐ­τῶν· ἐ­γὼ δὲ ὡς ἀρ­νί­ον ἄ­κα­κον ἀ­γό­με­νον τοῦ θύ­ε­σθαι, οὐκ ἔ­γνων· ἐπ᾿ ἐ­μὲ ἐ­λο­γί­σαν­το λο­γι­σμὸν πο­νη­ρόν, λέ­γον­τες· Δεῦ­τε, καὶ ἐμ­βά­λω­μεν ξύ­λον εἰς τὸν ἄρ­τον αὐ­τοῦ, καὶ ἐ­κτρί­ψω­μεν αὐ­τὸν ἀ­πὸ γῆς ζών­των, καὶ τὸ ὄ­νο­μα αὐ­τοῦ οὐ μὴ μνη­σθῇ ἔ­τι. Κύ­ρι­ε τῶν δυ­νά­με­ων, κρί­νων δί­και­α, δο­κι­μά­ζων νε­φροὺς καὶ καρ­δί­ας, ἴ­δοι­μι τὴν πα­ρὰ σοῦ ἐκ­δί­κη­σιν ἐν αὐ­τοῖς! ὅ­τι πρὸς σὲ ἀ­πε­κά­λυ­ψα τὸ δι­καί­ω­μά μου. Δι­ὰ τοῦ­το τά­δε λέ­γει Κύ­ρι­ος ἐ­πὶ τοὺς ἄν­δρας Ἀ­να­θώθ, τοὺς ζη­τοῦν­τας τὴν ψυ­χήν μου, τοὺς λέ­γον­τας· Οὐ μὴ προ­φη­τεύ­σῃς ἐ­πὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου· εἰ­δὲ μή, ἀ­πο­θά­νῃ ἐν ταῖς χερ­σὶν ἡ­μῶν. Ἰ­δοὺ ἐ­γὼ ἐ­πι­σκέ­ψο­μαι ἐπ᾿ αὐ­τούς· οἱ νε­α­νί­σκοι αὐ­τῶν ἐν μα­χαί­ρᾳ ἀ­πο­θα­νοῦν­ται, καὶ οἱ υἱ­οὶ αὐ­τῶν καὶ αἱ θυ­γα­τέ­ρες αὐ­τῶν τε­λευ­τή­σου­σιν ἐν λι­μῷ, καὶ ἐγ­κα­τά­λειμ­μα οὐκ ἔ­σται αὐ­τῶν· ὅ­τι ἐ­πά­ξω κα­κὰ ἐ­πὶ τοὺς κα­τοι­κοῦν­τας ἐν Ἀ­να­θώθ, ἐν ἐ­νι­αυ­τῷ ἐ­πι­σκέ­ψε­ως αὐ­τῶν.

Δί­και­ος εἶ Κύ­ρι­ε, ὅ­τι ἀ­πο­λο­γή­σο­μαι πρὸς σέ· πλὴν κρί­μα­τα λα­λή­σω πρὸς σέ· Τί ὅ­τι ὁ­δὸς ἀ­σε­βῶν εὐ­ο­δοῦ­ται; εὐ­θή­νη­σαν πάν­τες οἱ ἀ­θε­τοῦν­τες ἀ­θε­τή­μα­τα; ἐ­φύ­τευ­σας αὐ­τούς, καὶ ἐῤ­ῥι­ζώ­θη­σαν· ἐ­τε­κνο­ποι­ή­σαν­το, καὶ ἐ­ποί­η­σαν καρ­πόν· ἐγ­γὺς εἶ σὺ τοῦ στό­μα­τος αὐ­τῶν, καὶ πόῤ­ῥω ἀ­πὸ τῶν νε­φρῶν αὐ­τῶν. Καὶ σύ, Κύ­ρι­ε, γι­νώ­σκεις με· οἶ­δάς με, καὶ δε­δο­κί­μα­κας τὴν καρ­δί­αν μου ἐ­ναν­τί­ον σου· ἄ­θροι­σον αὐ­τοὺς ὥ­σπερ πρό­βα­τα εἰς σφα­γήν· ἅ­γνι­σον αὐ­τοὺς εἰς ἡ­μέ­ραν σφα­γῆς αὐ­τῶν· ἕ­ως πό­τε πεν­θή­σει ἡ γῆ, καὶ πᾶς ὁ χόρ­τος τοῦ ἀ­γροῦ ξη­ραν­θή­σε­ται ἀ­πὸ κα­κί­ας τῶν κα­τοι­κούν­των ἐν αὐ­τῇ; ἠ­φα­νί­σθη­σαν κτή­νη καὶ πε­τει­νά, ὅ­τι εἶ­παν· Οὐκ ὄ­ψε­ται ὁ Θε­ὸς ὁ­δοὺς ἡ­μῶν· σοῦ οἱ πό­δες τρέ­χου­σι, καὶ ἐ­κλύ­ου­σί σε.

Συ­να­γά­γε­τε πάν­τα τὰ θη­ρί­α τοῦ ἀ­γροῦ, καὶ ἐλ­θέ­τω­σαν τοῦ φα­γεῖν αὐ­τήν. Ποι­μέ­νες πολ­λοὶ δι­έ­φθει­ραν τὸν ἀμ­πε­λῶ­νά μου, ἐ­μό­λυ­ναν τὴν με­ρί­δα μου, ἔ­δω­καν τὴν με­ρί­δα τὴν ἐ­πι­θυ­μη­τήν μου εἰς ἔ­ρη­μον ἄ­βα­τον, ἐ­τέ­θη εἰς ἀ­φα­νι­σμὸν ἀ­πω­λεί­ας.

Ὅ­τι τά­δε λέ­γει Κύ­ρι­ος πε­ρὶ πάν­των τῶν γει­τό­νων τῶν πο­νη­ρῶν, τῶν ἁ­πτο­μέ­νων τῆς κλη­ρο­νο­μί­ας μου, ἧς ἐ­μέ­ρι­σα τῷ λα­ῷ μου τῷ Ἰσ­ρα­ήλ· Ἰ­δοὺ ἐ­γὼ ἀ­πο­σπῶ αὐ­τοὺς ἀ­πὸ τῆς γῆς αὐ­τῶν, καὶ τὸν Ἰ­ού­δαν ἐκ­βα­λῶ ἐκ μέ­σου αὐ­τῶν· καὶ ἔ­σται με­τὰ τὸ ἐκ­βα­λεῖν με αὐ­τούς, ἐ­πι­στρέ­ψω καὶ ἐ­λε­ή­σω αὐ­τούς, καὶ κα­τοι­κι­ῶ αὐ­τούς, ἕ­κα­στον εἰς τὴν κλη­ρο­νο­μί­αν αὐ­τοῦ, καὶ ἕ­κα­στον εἰς τὴν γῆν αὐ­τοῦ.

Προ­κεί­με­νον. Ἦ­χος πλ. β´. Ψαλ­μὸς ο­ε´ (75).

Εὔ­ξα­σθε, καὶ ἀ­πό­δο­τε Κυ­ρί­ῳ τῷ Θε­ῷ ἡ­μῶν.

Στίχ. Γνω­στὸς ἐν τῇ Ἰ­ου­δαί­ᾳ ὁ Θε­ός, ἐν τῷ Ἰσ­ρα­ὴλ μέ­γα τὸ ὄ­νο­μα αὐ­τοῦ.

* * *

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

Εἶ­τα ὁ δι­ά­κο­νος (ἢ ὁ ἱ­ε­ρεὺς) τὴν ἐ­κτε­νῆ δέ­η­σιν, ὁ δὲ λα­ὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (τρίς), εἰς δὲ τὴν τε­λευ­ταί­αν ἅ­παξ.

Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των, καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΑΠΟΛΥΣΙΣ

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Ὁ ἀ­να­γνώ­στης· Εὐ­λό­γη­σον.

Ὁ ἱ­ε­ρεύς·

Ὁ ὢν εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης·

Στε­ρε­ώ­σαι Κύ­ρι­ος ὁ Θε­ὸς τὴν ἁ­γί­αν καὶ ἀ­μώ­μη­τον πί­στιν τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν σὺν τῇ ἁ­γί­ᾳ ἐκ­κλη­σί­ᾳ (ἢ μο­νῇ) ταύ­τῃ εἰς αἰ­ῶ­νας αἰ­ώ­νων.

Ὁ ἱ­ε­ρεύς· Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Ὁ ἀ­να­γνώ­στης·

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

Ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ὁ ἀ­να­γνώ­στης· Δό­ξα. Καὶ νῦν. Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´. Πά­τερ ἅ­γι­ε, εὐ­λό­γη­σον.

Ὁ ἱ­ε­ρεύς· Ὁ δι᾿ ὑ­περ­βάλ­λου­σαν ἀ­γα­θό­τη­τα ὁ­δὸν ἀ­ρί­στην τὴν τα­πεί­νω­σιν ὑ­πο­δεί­ξας ἐν τῷ νί­ψαι τοὺς πό­δας τῶν μα­θη­τῶν καὶ μέ­χρι σταυ­ροῦ καὶ τα­φῆς συγ­κα­τα­βὰς ἡ­μῖν Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *

Ο ΕΣΠΕΡΙΝΟΣ

με­τὰ τῆς θεί­ας Λει­τουρ­γί­ας
τοῦ Με­γά­λου Βα­σι­λεί­ου.

(Τε­λεῖ­ται συ­νή­θως τῇ Μ. Πέμ­πτῃ πρω­ΐ).

ΕΝΑΡΞΙΣ - ΠΡΟΟΙΜΙΑΚΟΣ ΨΑΛΜΟΣ

Ὁ δι­ά­κο­νος· Εὐ­λό­γη­σον, δέ­σπο­τα.

Ὁ ἱ­ε­ρεύς·

Εὐ­λο­γη­μέ­νη ἡ βα­σι­λεί­α τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ Βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ, Χρι­στῷ τῷ Βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Καὶ τὸν προ­οι­μι­α­κὸν ψαλ­μόν·

Ψαλ­μὸς ργ´ (103).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα.

Ἐ­ξο­μο­λό­γη­σιν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­νε­δύ­σω, ἀ­να­βαλ­λό­με­νος φῶς ὡς ἱ­μά­τι­ον.

Ἐ­κτεί­νων τὸν οὐ­ρα­νὸν ὡ­σεὶ δέῤ­ῥιν, ὁ στε­γά­ζων ἐν ὕ­δα­σι τὰ ὑ­πε­ρῷ­α αὐ­τοῦ.

Ὁ τι­θεὶς νέ­φη τὴν ἐ­πί­βα­σιν αὐ­τοῦ, ὁ πε­ρι­πα­τῶν ἐ­πὶ πτε­ρύ­γων ἀ­νέ­μων.

Ὁ ποι­ῶν τοὺς Ἀγ­γέ­λους αὐ­τοῦ πνεύ­μα­τα, καὶ τοὺς λει­τουρ­γοὺς αὐ­τοῦ πυ­ρὸς φλό­γα.

Ὁ θε­με­λι­ῶν τὴν γῆν ἐ­πὶ τὴν ἀ­σφά­λει­αν αὐ­τῆς, οὐ κλι­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος.

Ἄ­βυσ­σος ὡς ἱ­μά­τι­ον τὸ πε­ρι­βό­λαι­ον αὐ­τοῦ, ἐ­πὶ τῶν ὀ­ρέ­ων στή­σον­ται ὕ­δα­τα.

Ἀ­πὸ ἐ­πι­τι­μή­σε­ώς σου φεύ­ξον­ται, ἀ­πὸ φω­νῆς βρον­τῆς σου δει­λι­ά­σου­σιν.

Ἀ­να­βαί­νου­σιν ὄ­ρη καὶ κα­τα­βαί­νου­σι πε­δί­α εἰς τὸν τό­πον, ὃν ἐ­θε­με­λί­ω­σας αὐ­τά.

Ὅ­ρι­ον ἔ­θου, ὃ οὐ πα­ρε­λεύ­σον­ται, οὐ­δὲ ἐ­πι­στρέ­ψου­σι κα­λῦ­ψαι τὴν γῆν.

Ὁ ἐ­ξα­πο­στέλ­λων πη­γὰς ἐν φά­ραγ­ξιν, ἀ­να­μέ­σον τῶν ὀ­ρέ­ων δι­ε­λεύ­σον­ται ὕ­δα­τα.

Πο­τι­οῦ­σι πάν­τα τὰ θη­ρί­α τοῦ ἀ­γροῦ, προσ­δέ­ξον­ται ὄ­να­γροι εἰς δί­ψαν αὐ­τῶν.

Ἐπ᾿ αὐ­τὰ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τα­σκη­νώ­σει· ἐκ μέ­σου τῶν πε­τρῶν δώ­σου­σι φω­νήν.

Πο­τί­ζων ὄ­ρη ἐκ τῶν ὑ­πε­ρῴ­ων αὐ­τοῦ· ἀ­πὸ καρ­ποῦ τῶν ἔρ­γων σου χορ­τα­σθή­σε­ται ἡ γῆ.

Ὁ ἐ­ξα­να­τέλ­λων χόρ­τον τοῖς κτή­νε­σι, καὶ χλό­ην τῇ δου­λεί­ᾳ τῶν ἀν­θρώ­πων, τοῦ ἐ­ξα­γα­γεῖν ἄρ­τον ἐκ τῆς γῆς.

Καὶ οἶ­νος εὐ­φραί­νει καρ­δί­αν ἀν­θρώ­που, τοῦ ἱ­λα­ρῦ­ναι πρό­σω­πον ἐν ἐ­λαί­ῳ· καὶ ἄρ­τος καρ­δί­αν ἀν­θρώ­που στη­ρί­ζει.

Χορ­τα­σθή­σον­ται τὰ ξύ­λα τοῦ πε­δί­ου, αἱ κέ­δροι τοῦ Λι­βά­νου ἃς ἐ­φύ­τευ­σας.

Ἐ­κεῖ στρου­θί­α ἐν­νοσ­σεύ­σου­σι, τοῦ ἐ­ρω­δι­οῦ ἡ κα­τοι­κί­α ἡ­γεῖ­ται αὐ­τῶν.

Ὄ­ρη τὰ ὑ­ψη­λὰ ταῖς ἐ­λά­φοις, πέ­τρα κα­τα­φυ­γὴ τοῖς λα­γω­οῖς.

Ἐ­ποί­η­σε σε­λή­νην εἰς και­ρούς· ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ.

Ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ· ἐν αὐ­τῇ δι­ε­λεύ­σον­ται πάν­τα τὰ θη­ρί­α τοῦ δρυ­μοῦ.

Σκύ­μνοι ὠ­ρυ­ό­με­νοι τοῦ ἁρ­πά­σαι, καὶ ζη­τῆ­σαι πα­ρὰ τῷ Θε­ῷ βρῶ­σιν αὐ­τοῖς.

Ἀ­νέ­τει­λεν ὁ ἥ­λι­ος, καὶ συ­νή­χθη­σαν, καὶ εἰς τὰς μάν­δρας αὐ­τῶν κοι­τα­σθή­σον­ται.

Ἐ­ξε­λεύ­σε­ται ἄν­θρω­πος ἐ­πὶ τὸ ἔρ­γον αὐ­τοῦ, καὶ ἐ­πὶ τὴν ἐρ­γα­σί­αν αὐ­τοῦ ἕ­ως ἑ­σπέ­ρας.

Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας· ἐ­πλη­ρώ­θη ἡ γῆ τῆς κτί­σε­ώς σου.

Αὕ­τη ἡ θά­λασ­σα ἡ με­γά­λη καὶ εὐ­ρύ­χω­ρος· ἐ­κεῖ ἑρ­πε­τά, ὧν οὐκ ἔ­στιν ἀ­ριθ­μός, ζῷ­α μι­κρὰ με­τὰ με­γά­λων.

Ἐ­κεῖ πλοῖ­α δι­α­πο­ρεύ­ον­ται· δρά­κων οὗ­τος, ὃν ἔ­πλα­σας ἐμ­παί­ζειν αὐ­τῇ.

Πάν­τα πρὸς σὲ προσ­δο­κῶ­σι, δοῦ­ναι τὴν τρο­φὴν αὐ­τῶν εἰς εὔ­και­ρον. Δόν­τος σου αὐ­τοῖς, συλ­λέ­ξου­σιν.

Ἀ­νοί­ξαν­τός σου τὴν χεῖ­ρα, τὰ σύμ­παν­τα πλη­σθή­σον­ται χρη­στό­τη­τος· ἀ­πο­στρέ­ψαν­τος δέ σου τὸ πρό­σω­πον τα­ρα­χθή­σον­ται.

Ἀν­τα­νε­λεῖς τὸ πνεῦ­μα αὐ­τῶν, καὶ ἐ­κλεί­ψου­σι, καὶ εἰς τὸν χοῦν αὐ­τῶν ἐ­πι­στρέ­ψου­σιν.

Ἐ­ξα­πο­στε­λεῖς τὸ πνεῦ­μά σου, καὶ κτι­σθή­σον­ται, καὶ ἀ­να­και­νι­εῖς τὸ πρό­σω­πον τῆς γῆς.

Ἤ­τω ἡ δό­ξα Κυ­ρί­ου εἰς τοὺς αἰ­ῶ­νας· εὐ­φραν­θή­σε­ται Κύ­ρι­ος ἐ­πὶ τοῖς ἔρ­γοις αὐ­τοῦ.

Ὁ ἐ­πι­βλέ­πων ἐ­πὶ τὴν γῆν, καὶ ποι­ῶν αὐ­τὴν τρέ­μειν· ὁ ἁ­πτό­με­νος τῶν ὀ­ρέ­ων καὶ κα­πνί­ζον­ται.

ᾌ­σω τῷ Κυ­ρί­ῳ ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου ἕ­ως ὑ­πάρ­χω.

Ἡ­δυν­θεί­η αὐ­τῷ ἡ δι­α­λο­γή μου, ἐ­γὼ δὲ εὐ­φραν­θή­σο­μαι ἐ­πὶ τῷ Κυ­ρί­ῳ.

Ἐ­κλεί­ποι­εν ἁ­μαρ­τω­λοὶ ἀ­πὸ τῆς γῆς, καὶ ἄ­νο­μοι, ὥ­στε μὴ ὑ­πάρ­χειν αὐ­τούς. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.

Καὶ πά­λιν.

Ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ· ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ. Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.

Δό­ξα. Καὶ νῦν. Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α, Ἀλ­λη­λού­ϊ­α. Δό­ξα σοι ὁ Θε­ός (τρίς). Ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

* * *

ΤΑ ΕΙΡΗΝΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ προ­οι­μι­α­κοῦ ψαλ­μοῦ, ὁ ἱ­ε­ρεὺς λέ­γει ἐ­νώ­πι­ον τῆς ἁ­γί­ας Τρα­πέ­ζης τὰ εἰ­ρη­νι­κά, τοῦ χο­ροῦ ψάλ­λον­τος μεθ᾿ ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς ἄ­νω­θεν εἰ­ρή­νης καὶ τῆς σω­τη­ρί­ας τῶν ψυ­χῶν ἡ­μῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς εἰ­ρή­νης τοῦ σύμ­παν­τος κό­σμου, εὐ­στα­θεί­ας τῶν ἁ­γί­ων τοῦ Θε­οῦ Ἐκ­κλη­σι­ῶν καὶ τῆς τῶν πάν­των ἑ­νώ­σε­ως τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), τοῦ τι­μί­ου πρε­σβυ­τε­ρί­ου, τῆς ἐν Χρι­στῷ δι­α­κο­νί­ας, παν­τὸς τοῦ κλή­ρου καὶ τοῦ λα­οῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

[Ἐν ταῖς ἱ­ε­ραῖς μο­ναῖς προ­στί­θε­ται·

Ὑ­πὲρ τοῦ πα­τρὸς ἡ­μῶν (δεῖ­νος) ἱ­ε­ρο­μο­νά­χου καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.]

Ὑ­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν ἔ­θνους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν αὐ­τῷ καὶ τοῦ κα­τὰ ξη­ράν, θά­λασ­σαν καὶ ἀ­έ­ρα φι­λο­χρί­στου ἡ­μῶν στρα­τοῦ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τῆς πό­λε­ως (ἢ τῆς ἁ­γί­ας μο­νῆς ἢ τῆς χώ­ρας ἢ τῆς νή­σου) ταύ­της, πά­σης (μο­νῆς) πό­λε­ως καὶ χώ­ρας καὶ τῶν πί­στει οἰ­κούν­των ἐν αὐ­ταῖς τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ εὐ­κρα­σί­ας ἀ­έ­ρων, εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς καὶ και­ρῶν εἰ­ρη­νι­κῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ πλε­όν­των, ὁ­δοι­πο­ρούν­των, νο­σούν­των, κα­μνόν­των, αἰχ­μα­λώ­των καὶ τῆς σω­τη­ρί­ας αὐ­τῶν τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ

Εἰς τὸ Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα ψάλ­λο­μεν τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα τῶν αἴ­νων καὶ τῶν ἀ­πο­στί­χων.

Ψαλ­μὸς ρμ´ (140).

Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ· εἰ­σά­κου­σόν μου. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου, ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου, ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου· ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου.

Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις.

Σὺν ἀν­θρώ­ποις ἐρ­γα­ζο­μέ­νοις τὴν ἀ­νο­μί­αν, καὶ οὐ μὴ συν­δυ­ά­σω με­τὰ τῶν ἐ­κλε­κτῶν αὐ­τῶν.

Παι­δεύ­σει με δί­και­ος ἐν ἐ­λέ­ει, καὶ ἐ­λέγ­ξει με· ἔ­λαι­ον δὲ ἁ­μαρ­τω­λοῦ μὴ λι­πα­νά­τω τὴν κε­φα­λήν μου.

Ὅ­τι ἔ­τι καὶ ἡ προ­σευ­χή μου ἐν ταῖς εὐ­δο­κί­αις αὐ­τῶν· κα­τε­πό­θη­σαν ἐ­χό­με­να πέ­τρας οἱ κρι­ταὶ αὐ­τῶν.

Ἀ­κού­σον­ται τὰ ῥή­μα­τά μου, ὅ­τι ἡ­δύν­θη­σαν· ὡ­σεὶ πά­χος γῆς ἐῤ­ῥά­γη ἐ­πὶ τῆς γῆς, δι­ε­σκορ­πί­σθη τὰ ὀ­στᾶ αὐ­τῶν πα­ρὰ τὸν ᾅ­δην.

Ὅ­τι πρὸς σέ, Κύ­ρι­ε, Κύ­ρι­ε, οἱ ὀ­φθαλ­μοί μου· ἐ­πὶ σοὶ ἤλ­πι­σα, μὴ ἀν­τα­νέ­λῃς τὴν ψυ­χήν μου.

Φύ­λα­ξόν με ἀ­πὸ πα­γί­δος, ἧς συ­νε­στή­σαν­τό μοι, καὶ ἀ­πὸ σκαν­δά­λων τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν.

Πε­σοῦν­ται ἐν ἀμ­φι­βλή­στρῳ αὐ­τῶν οἱ ἁ­μαρ­τω­λοί· κα­τὰ μό­νας εἰ­μὶ ἐ­γώ, ἕ­ως ἂν πα­ρέλ­θω.

Ψαλ­μὸς ρμα´ (141).

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­δε­ή­θην.

Ἐκ­χε­ῶ ἐ­νώ­πι­ον αὐ­τοῦ τὴν δέ­η­σίν μου· τὴν θλῖ­ψίν μου ἐ­νώ­πι­ον αὐ­τοῦ ἀ­παγ­γε­λῶ.

Ἐν τῷ ἐ­κλεί­πειν ἐξ ἐ­μοῦ τὸ πνεῦ­μά μου, καὶ σὺ ἔ­γνως τὰς τρί­βους μου.

Ἐν ὁ­δῷ ταύ­τῃ, ᾗ ἐ­πο­ρευ­ό­μην, ἔ­κρυ­ψαν πα­γί­δα μοι.

Κα­τε­νό­ουν εἰς τά δε­ξι­ά, καὶ ἐ­πέ­βλε­πον, καὶ οὐκ ἦν ὁ ἐ­πι­γι­νώ­σκων με.

Ἀ­πώ­λε­το φυ­γὴ ἀπ᾿ ἐ­μοῦ, καὶ οὐκ ἔ­στιν ὁ ἐκ­ζη­τῶν τὴν ψυ­χήν μου.

Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε· εἶ­πα· Σὺ εἶ ἡ ἐλ­πίς μου, με­ρίς μου εἶ, ἐν γῇ ζών­των.

Πρό­σχες πρὸς τὴν δέ­η­σίν μου, ὅ­τι ἐ­τα­πει­νώ­θην σφό­δρα.

Ῥῦ­σαί με ἐκ τῶν κα­τα­δι­ω­κόν­των με, ὅ­τι ἐ­κρα­ται­ώ­θη­σαν ὑ­πὲρ ἐ­μέ.

Ἐ­ξά­γα­γε ἐκ φυ­λα­κῆς τὴν ψυ­χήν μου, τοῦ ἐ­ξο­μο­λο­γή­σα­σθαι τῷ ὀ­νό­μα­τί σου.

Ἐ­μὲ ὑ­πο­με­νοῦ­σι δί­και­οι, ἕ­ως οὗ ἀν­τα­πο­δῷς μοι.

Ψαλ­μὸς ρκθ´ (129).

Ἐκ βα­θέ­ων ἐ­κέ­κρα­ξά σοι, Κύ­ρι­ε· Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς φω­νῆς μου.

Γε­νη­θή­τω τὰ ὦ­τά σου προ­σέ­χον­τα εἰς τὴν φω­νὴν τῆς δε­ή­σε­ώς μου.

Εἶ­τα ψάλ­λον­ται τὰ στι­χη­ρὰ ἰ­δι­ό­με­λα
ἐκ τῶν αἴ­νων τοῦ ὄρ­θρου
με­τὰ τῶν ἀ­κο­λού­θων στί­χων.

Στίχ. Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τὶς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.

Ἦ­χος β´. Κο­σμᾶ μο­να­χοῦ.

Συν­τρέ­χει λοι­πόν, τὸ συ­νέ­δρι­ον τῶν Ἰ­ου­δαί­ων, ἵ­να τὸν Δη­μι­ουρ­γόν, καὶ Κτί­στην τῶν ἁ­πάν­των, Πι­λά­τῳ πα­ρα­δώ­σῃ· ὢ τῶν ἀ­νό­μων! ὢ τῶν ἀ­πί­στων! ὅ­τι τὸν ἐρ­χό­με­νον, κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, εἰς κρί­σιν εὐ­τρε­πί­ζου­σι· τὸν ἰ­ώ­με­νον τὰ πά­θη, πρὸς πά­θος ἑ­τοι­μά­ζου­σι. Κύ­ρι­ε μα­κρό­θυ­με, μέ­γα σου τὸ ἔ­λε­ος· δό­ξα σοι.

Στίχ. Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου, ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον.

Τὸ αὐ­τό.

Στίχ. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.

Ἰ­ω­άν­νου Μο­να­χοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἰ­ού­δας ὁ πα­ρά­νο­μος Κύ­ρι­ε, ὁ βά­ψας ἐν τῷ δεί­πνῳ τὴν χεῖ­ρα, ἐν τῷ τρυ­βλί­ῳ με­τὰ σοῦ, ἐ­ξέ­τει­νεν ἀ­νό­μοις τὰς χεῖ­ρας, τοῦ λα­βεῖν ἀρ­γύ­ρι­α· καὶ ὁ τοῦ μύ­ρου λο­γι­σά­με­νος τι­μήν, σὲ τὸν ἀ­τί­μη­τον οὐκ ἔ­φρι­ξε πω­λῆ­σαι· ὁ τοὺς πό­δας ὑ­φα­πλώ­σας, ἐ­πὶ τὸ νί­ψαι τὸν Δε­σπό­την, κα­τε­φί­λη­σε δο­λί­ως, εἰς τὸ προ­δοῦ­ναι τοῖς ἀ­νό­μοις· χο­ροῦ δὲ Ἀ­πο­στό­λων ῥι­φείς, καὶ τὰ τρι­ά­κον­τα ῥί­ψας ἀρ­γύ­ρι­α, σοῦ τὴν τρι­ή­με­ρον Ἀ­νά­στα­σιν οὐκ εἶ­δε· δι᾿ ἧς ἐ­λέ­η­σον ἡ­μᾶς.

Στίχ. Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.

Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἰ­ού­δας ὁ προ­δό­της δό­λι­ος ὤν, δο­λί­ῳ φι­λή­μα­τι, πα­ρέ­δω­κε τὸν Σω­τῆ­ρα Κύ­ρι­ον· τὸν Δε­σπό­την τῶν ἁ­πάν­των, ὡς δοῦ­λον πέ­πρα­κε τοῖς πα­ρα­νό­μοις· καὶ ὡς πρό­βα­τον ἐ­πὶ σφα­γήν, οὕ­τως ἠ­κο­λού­θει, ὁ Ἀ­μνὸς ὁ τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς ὁ τοῦ Πα­τρός, ὁ μό­νος πο­λυ­έ­λε­ος.

Ψαλ­μὸς ριϚ´ (116).

Στίχ. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη· ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί.

Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ἰ­ού­δας ὁ δοῦ­λος καὶ δό­λι­ος, ὁ μα­θη­τὴς καὶ ἐ­πί­βου­λος, ὁ φί­λος καὶ δι­ά­βο­λος, ἐκ τῶν ἔρ­γων ἀ­πε­φάν­θη· ἠ­κο­λού­θει γὰρ τῷ Δι­δα­σκά­λῳ, καὶ καθ᾿ ἑ­αυ­τὸν ἐ­με­λέ­τη­σε τὴν προ­δο­σί­αν· ἔ­λε­γεν ἐν ἑ­αυ­τῷ· Πα­ρα­δώ­σω τοῦ­τον, καὶ κερ­δή­σω τὰ συ­να­χθέν­τα χρή­μα­τα· ἐ­πε­ζή­τει δὲ καὶ τὸ μύ­ρον πρα­θῆ­ναι, καὶ τὸν Ἰ­η­σοῦν δό­λῳ κρα­τη­θῆ­ναι· ἀ­πέ­δω­κεν ἀ­σπα­σμόν, πα­ρέ­δω­κε τὸν Χρι­στόν· καὶ ὡς πρό­βα­τον ἐ­πὶ σφα­γήν, οὕ­τως ἠ­κο­λού­θει, ὁ μό­νος εὔ­σπλαγ­χνος καὶ φι­λάν­θρω­πος.

Στίχ. Ὅ­τι ἐ­κρα­ται­ώ­θη τὸ ἔ­λε­ος αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς καὶ ἡ ἀ­λή­θει­α τοῦ Κυ­ρί­ου μέ­νει εἰς τὸν αἰ­ῶ­να.

Τοῦ αὐ­τοῦ. Ἦ­χος ὁ αὐ­τός.

Ὃν ἐ­κή­ρυ­ξεν Ἀ­μνὸν Ἡ­σα­ΐ­ας, ἔρ­χε­ται ἐ­πὶ σφα­γὴν ἑ­κού­σι­ον, καὶ τὸν νῶ­τον δί­δω­σιν εἰς μά­στι­γας, τὰς σι­α­γό­νας εἰς ῥα­πί­σμα­τα· τὸ δὲ πρό­σω­πον οὐκ ἀ­πε­στρά­φη, ἀ­πὸ αἰ­σχύ­νης ἐμ­πτυ­σμά­των· θα­νά­τῳ δὲ ἀ­σχή­μο­νι κα­τα­δι­κά­ζε­ται· πάν­τα ὁ Ἀ­να­μάρ­τη­τος, ἑ­κου­σί­ως κα­τα­δέ­χε­ται, ἵ­να πᾶ­σι δω­ρή­ση­ται, τὴν ἐκ νε­κρῶν ἀ­νά­στα­σιν.

Δό­ξα. Καὶ νῦν. Ἦ­χος πλ. β´.

Γέν­νη­μα ἐ­χι­δνῶν, ἀ­λη­θῶς ὁ Ἰ­ού­δας, φα­γόν­των τὸ μάν­να ἐν τῇ ἐ­ρή­μῳ, καὶ γογ­γυ­ζόν­των κα­τὰ τοῦ τρο­φέ­ως· ἔ­τι γὰρ τῆς βρώ­σε­ως οὔ­σης, ἐν τῷ στό­μα­τι αὐ­τῶν, κα­τε­λά­λουν τοῦ Θε­οῦ οἱ ἀ­χά­ρι­στοι· καὶ οὗ­τος ὁ δυσ­σε­βής, τὸν οὐ­ρά­νι­ον Ἄρ­τον, ἐν τῷ στό­μα­τι βα­στά­ζων, κα­τὰ τοῦ Σω­τῆ­ρος, τὴν προ­δο­σί­αν εἰρ­γά­σα­το. Ὢ γνώ­μης ἀ­κο­ρέ­στου, καὶ τόλ­μης ἀ­παν­θρώ­που! τὸν τρέ­φον­τα ἐ­πώ­λει, καὶ ὃν ἐ­φί­λει Δε­σπό­την, πα­ρε­δί­δου εἰς θά­να­τον· ὄν­τως ἐ­κεί­νων υἱ­ὸς ὁ πα­ρά­νο­μος, καὶ σὺν αὐ­τοῖς τὴν ἀ­πώ­λει­αν ἐ­κλη­ρώ­σα­το. Ἀλ­λὰ ῥῦ­σαι Κύ­ρι­ε, τοι­αύ­της ἀ­παν­θρω­πί­ας τὰς ψυ­χὰς ἡ­μῶν, ὁ μό­νος ἐν μα­κρο­θυ­μί­ᾳ ἀ­νεί­κα­στος.

* * *

ΕΙΣΟΔΟΣ - ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ

Ψαλ­λο­μέ­νου τοῦ Καὶ νῦν γί­νε­ται ἡ εἴ­σο­δος ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως καὶ τοῦ δι­α­κό­νου με­τὰ τοῦ Εὐ­αγ­γε­λί­ου.

Ὁ δι­ά­κο­νος· Σο­φί­α· ὀρ­θοί.

Ὁ προ­ε­στὼς ἢ ὁ ἀ­να­γνώ­στης τὴν ἐ­πι­λύ­χνι­ον εὐ­χα­ρι­στί­αν χῦ­μα·

Φῶς ἱ­λα­ρὸν ἁ­γί­ας δό­ξης, * ἀ­θα­νά­του Πα­τρός, * οὐ­ρα­νί­ου, ἁ­γί­ου, μά­κα­ρος, * Ἰ­η­σοῦ Χρι­στέ, * ἐλ­θόν­τες ἐ­πὶ τὴν ἡ­λί­ου δύ­σιν, * ἰ­δόν­τες φῶς ἑ­σπε­ρι­νόν, * ὑ­μνοῦ­μεν Πα­τέ­ρα, Υἱ­όν, * καὶ ἅ­γι­ον Πνεῦ­μα, Θε­όν. * Ἄ­ξι­όν σε ἐν πᾶ­σι και­ροῖς * ὑ­μνεῖ­σθαι φω­ναῖς αἰ­σί­αις, * Υἱ­ὲ Θε­οῦ, ζω­ὴν ὁ δι­δούς· * δι­ὸ ὁ κό­σμος σὲ δο­ξά­ζει.

ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ

Ὁ δι­ά­κο­νος· Ἑ­σπέ­ρας.

Ὁ ἀ­να­γνώ­στης·

Προ­κεί­με­νον. Ἦ­χος α´. Ψαλ­μός ρλθ´ (139).

Ἐ­ξε­λοῦ με, Κύ­ρι­ε, ἐξ ἀν­θρώ­που πο­νη­ροῦ, ἀ­πὸ ἀν­δρὸς ἀ­δί­κου ῥῦ­σαί με.

Στίχ. Οἵ­τι­νες ἐ­λο­γί­σαν­το ἀ­δι­κί­αν ἐν καρ­δί­ᾳ, ὅ­λην τὴν ἡ­μέ­ραν πα­ρε­τάσ­σον­το πο­λέ­μους.

Τῆς Ἐ­ξό­δου τὸ Ἀ­νά­γνω­σμα (ιθ´ 10-19).

Εἶ­πε Κύ­ρι­ος πρὸς Μω­ϋ­σῆν· κα­τα­βὰς δι­α­μάρ­τυ­ραι τῷ λα­ῷ τού­τῳ, καὶ ἅ­γνι­σον αὐ­τοὺς σή­με­ρον καὶ αὔ­ρι­ον· καὶ πλυ­νά­τω­σαν τὰ ἱ­μά­τι­α αὐ­τῶν, καὶ ἔ­στω­σαν ἕ­τοι­μοι εἰς τὴν ἡ­μέ­ραν τὴν τρί­την· τῇ γὰρ ἡ­μέ­ρᾳ τῇ τρί­τῃ, κα­τα­βή­σε­ται Κύ­ρι­ος ἐ­πὶ τὸ ὄ­ρος τὸ Σι­νᾶ, ἐ­ναν­τί­ον παν­τὸς τοῦ λα­οῦ. Καὶ ἀ­φο­ρι­εῖς τὸν λα­ὸν κύ­κλῳ, λέ­γων· Προ­σέ­χε­τε ἑ­αυ­τοῖς τοῦ ἀ­να­βῆ­ναι εἰς τὸ ὄ­ρος, καὶ θί­γειν τι αὐ­τοῦ· πᾶς ὁ ἁ­ψά­με­νος τοῦ ὄ­ρους, θα­νά­τῳ τε­λευ­τή­σει· οὐχ ἅ­ψε­ται αὐ­τοῦ χείρ· ἐν γὰρ λί­θοις λι­θο­βο­λη­θή­σε­ται, ἢ βο­λί­δι κα­τα­το­ξευ­θή­σε­ται· ἐ­άν τε κτῆ­νος, ἐ­άν τε ἄν­θρω­πος, οὐ ζή­σε­ται. Ὅ­ταν δὲ αἱ φω­ναί, καὶ αἱ σάλ­πιγ­γες, καὶ ἡ νε­φέ­λη ἀ­πέλ­θῃ ἀ­πὸ τοῦ ὄ­ρους, ἐ­κεῖ­νοι ἀ­να­βή­σον­ται ἐ­πὶ τὸ ὄ­ρος. Κα­τέ­βη δὲ Μω­ϋ­σῆς ἐκ τοῦ ὄ­ρους πρὸς τὸν λα­όν, καὶ ἡ­γί­α­σεν αὐ­τούς· καὶ ἔ­πλυ­ναν τὰ ἱ­μά­τι­α αὑ­τῶν. Καὶ εἶ­πε τῷ λα­ῷ· Γί­νε­σθε ἕ­τοι­μοι, τρεῖς ἡ­μέ­ρας μὴ προ­σέλ­θη­τε γυ­ναι­κί. Ἐ­γέ­νε­το δὲ τῇ ἡ­μέ­ρᾳ τῇ τρί­τῃ, γε­νη­θέν­τος πρὸς ὄρ­θρον, ἐ­γέ­νον­το φω­ναὶ καὶ ἀ­στρα­παὶ καὶ νε­φέ­λη γνο­φώ­δης ἐ­πὶ ὄ­ρους Σι­νᾶ· φω­νὴ τῆς σάλ­πιγ­γος ἤ­χει μέ­γα· καὶ ἐ­πτο­ή­θη πᾶς ὁ λα­ός, ὃς ἦν ἐν τῇ πα­ρεμ­βο­λῇ. Καὶ ἐ­ξή­γα­γε Μω­ϋ­σῆς τὸν λα­ὸν εἰς συ­νάν­τη­σιν τοῦ Θε­οῦ ἐκ τῆς πα­ρεμ­βο­λῆς, καὶ πα­ρέ­στη­σαν ὑ­πὸ τὸ ὄ­ρος. Τὸ ὄ­ρος τὸ Σι­νᾶ ἐ­κα­πνί­ζε­το ὅ­λον, δι­ὰ τὸ κα­τα­βε­βη­κέ­ναι τὸν Θε­ὸν ἐπ᾿ αὐ­τὸ ἐν πυ­ρί· ἀ­νέ­βαι­νε δὲ ὁ κα­πνός, ὡ­σεὶ ἀ­τμὶς κα­μί­νου· καὶ ἐ­ξέ­στη πᾶς ὁ λα­ὸς σφό­δρα. Ἐ­γέ­νον­το δὲ αἱ φω­ναὶ τῆς σάλ­πιγ­γος, προ­βαί­νου­σαι ἰ­σχυ­ρό­τε­ραι σφό­δρα. Μω­ϋ­σῆς ἐ­λά­λει, ὁ δὲ Θε­ὸς ἀ­πε­κρί­να­το αὐ­τῷ φω­νῇ.

Προ­κεί­με­νον. Ἦ­χος βα­ρύς. Ψαλ­μὸς νη´ (58).

Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, ὁ Θε­ός, καὶ ἐκ τῶν ἐ­πα­νι­στα­μέ­νων ἐπ᾿ ἐ­μὲ λύ­τρω­σαί με.

Στίχ. Ῥῦ­σαί με ἐκ τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν καὶ ἐξ ἀν­δρῶν αἱ­μά­των σῶ­σόν με.

Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (λη´ 1-21, μβ´ 1-5).

Εἶ­πε Κύ­ρι­ος τῷ Ἰ­ώβ, δι­ὰ λαί­λα­πος καὶ νε­φῶν· Τίς οὗ­τος ὁ κρύ­πτων με βου­λήν, συ­νέ­χων δὲ ῥή­μα­τα ἐν καρ­δί­ᾳ, ἐ­μὲ δὲ οἴ­ε­ται κρύ­πτειν; Ζῶ­σαι, ὥ­σπερ ἀ­νήρ, τὴν ὀ­σφύν σου· ἐ­ρω­τή­σω δέ σε, σὺ δέ μοι ἀ­πο­κρί­θη­τι. Ποῦ ᾖς ἐν τῷ θε­με­λι­οῦν με τὴν γῆν; ἀ­πάγ­γει­λον δέ μοι, εἰ ἐ­πί­στα­σαι σύ­νε­σιν. Τίς ἔ­θε­το τὰ μέ­τρα αὐ­τῆς, εἰ οἶ­δας; ἢ τις ὁ ἐ­πα­γα­γὼν σπαρ­τί­ον ἐπ᾿ αὐ­τῆς; ἐ­πὶ τί­νος οἱ κρί­κοι αὐ­τῆς πε­πή­γα­σι; τίς δέ ἐ­στιν ὁ βα­λὼν λί­θον γω­νι­αῖ­ον ἐπ᾿ αὐ­τῆς; Ὅ­τε ἐ­γε­νή­θη­σαν ἄ­στρα, ᾔ­νε­σάν με φω­νῇ με­γά­λῃ πάν­τες Ἄγ­γε­λοί μου· ἔ­φρα­ξα δὲ θά­λασ­σαν πύ­λαις, ὅ­τε ἐ­μαι­οῦ­το ἐκ κοι­λί­ας μη­τρὸς αὐ­τῆς ἐκ­πο­ρευ­ο­μέ­νη· ἐ­θέ­μην δὲ αὐ­τῇ νέ­φος ἀμ­φί­α­σιν, ὁ­μί­χλῃ δὲ αὐ­τὴν ἐ­σπαρ­γά­νω­σα· ἐ­θέ­μην δὲ αὐ­τῇ ὅ­ρι­α, πε­ρι­θεὶς κλεῖ­θρα καὶ πύ­λας. Εἶ­πον δὲ αὐ­τῇ· μέ­χρι τού­του ἐ­λεύ­σῃ, καὶ οὐχ ὑ­περ­βή­σῃ, ἀλλ᾿ ἐν σε­αυ­τῇ συν­τρι­βή­σον­ταί σου τὰ κύ­μα­τα. Ἢ ἐ­πὶ σοῦ συν­τέ­τα­χα φέγ­γος πρω­ϊ­νόν; ἑ­ω­σφό­ρος δὲ εἶ­δε τὴν ἑ­αυ­τοῦ τά­ξιν, ἐ­πι­λα­βέ­σθαι πτε­ρύ­γων γῆς, ἐ­κτι­νά­ξαι ἀ­σε­βεῖς ἐξ αὐ­τῆς; Ἢ σύ, λα­βὼν πη­λόν, ἔ­πλα­σας ζῷ­ον, καὶ λα­λη­τὸν αὐ­τὸν ἔ­θου ἐ­πὶ τῆς γῆς; ἀ­φεῖ­λες δὲ ἀ­πὸ ἀ­σε­βῶν τὸ φῶς, βρα­χί­ο­να δὲ ὑ­πε­ρη­φά­νων συ­νέ­τρι­ψας; ἦλ­θες δὲ ἐ­πί πη­γὴν θα­λάσ­σης, ἐν δὲ ἴ­χνε­σιν ἀ­βύσ­σου πε­ρι­ε­πά­τη­σας; ἀ­νοί­γον­ται δέ σοι φό­βῳ πύ­λαι θα­νά­του, πυ­λω­ροὶ δὲ ᾍ­δου ἰ­δόν­τές σε, ἔ­πτη­ξαν; νε­νου­θέ­τη­σαι δὲ τὸ εὖ­ρος τῆς ὑπ᾿ οὐ­ρα­νόν; Ἀ­νάγ­γει­λον δέ μοι· πό­ση τίς ἐ­στι; ποί­ᾳ δὲ γῇ αὐ­λί­ζε­ται τὸ φῶς; σκό­τους δὲ ποῖ­ος ὁ τό­πος; Εἰ ἀ­γά­γοις με εἰς ὅ­ρι­α αὐ­τῶν, εἰ δὲ καὶ ἐ­πί­στα­σαι τρί­βους αὐ­τῶν; οἶ­δας ἄ­ρα ὅ­τι τό­τε γε­γέ­νη­σαι, ἀ­ριθ­μὸς δὲ ἐ­τῶν σου πο­λύς;

Ὑ­πο­λα­βὼν δὲ Ἰ­ώβ, τῷ Κυ­ρί­ῳ λέ­γει· Οἶ­δα ὅ­τι πάν­τα δύ­να­σαι, ἀ­δυ­να­τεῖ δέ σοι οὐ­δέν. Τίς γάρ ἐ­στιν ὁ κρύ­πτων σε βου­λήν; φει­δό­με­νος δὲ ῥη­μά­των, καὶ σὲ οἴ­ε­ται κρύ­πτειν; τίς δὲ ἀ­ναγ­γε­λεῖ μοι, ἃ οὐκ ᾔ­δειν, με­γά­λα καὶ θαυ­μα­στά, ἃ οὐκ ἐ­πι­στά­μην; Ἄ­κου­σον δέ μου, Κύ­ρι­ε, ἵ­να κἀ­γὼ λα­λή­σω· ἐ­ρω­τή­σω δέ σε, σὺ δέ με δί­δα­ξον· ἀ­κο­ὴν μὲν ὠ­τός, ἤ­κου­όν σου τὸ πρό­τε­ρον, νυ­νὶ δέ, ὁ ὀ­φθαλ­μός μου, ἑ­ώ­ρα­κέ σε.

Προ­φη­τεί­ας Ἡ­σα­ΐ­ου τὸ Ἀ­νά­γνω­σμα (ν´4-11)

Κύ­ρι­ος δί­δω­σί μοι γλῶσ­σαν παι­δεί­ας, τοῦ γνῶ­ναι ἡ­νί­κα δεῖ εἰ­πεῖν λό­γον· ἔ­θη­κέ με πρω­ῒ πρω­ΐ, προ­σέ­θη­κέ μοι ὠ­τί­ον τοῦ ἀ­κού­ειν, καὶ παι­δεί­α Κυ­ρί­ου Κυ­ρί­ου ἀ­νοί­γει μου τὰ ὦ­τα· ἐ­γὼ δὲ οὐκ ἀ­πει­θῶ, οὐ­δὲ ἀν­τι­λέ­γω. Τὸν νῶ­τόν μου ἔ­δω­κα εἰς μά­στι­γας, τὰς δὲ σι­α­γό­νας μου εἰς ῥα­πί­σμα­τα, τὸ δὲ πρό­σω­πόν μου οὐκ ἀ­πέ­στρε­ψα ἀ­πὸ αἰ­σχύ­νης ἐμ­πτυ­σμά­των· καὶ Κύ­ρι­ος, Κύ­ρι­ος βο­η­θός μοι ἐ­γε­νή­θη. Δι­ὰ τοῦ­το οὐκ ἐ­νε­τρά­πην, ἀλ­λὰ ἔ­θη­κα τὸ πρό­σω­πόν μου ὡς στε­ρε­ὰν πέ­τραν· καὶ ἔ­γνων, ὅ­τι οὐ μὴ αἰ­σχυν­θῶ, ὅ­τι ἐγ­γί­ζει ὁ δι­και­ώ­σας με. Τίς ὁ κρι­νό­με­νός μοι; ἀν­τι­στή­τω μοι ἅ­μα· καὶ τίς ὁ κρι­νό­με­νός μοι; ἐγ­γι­σά­τω μοι. Ἰ­δοὺ Κύ­ρι­ος, Κύ­ρι­ος βο­η­θή­σει μοι· τὶς κα­κώ­σει με; ἰ­δοὺ πάν­τες ὑ­μεῖς, ὡς ἱ­μά­τι­ον, πα­λαι­ω­θή­σε­σθε, καὶ ὡς σὴς κα­τα­φά­γε­ται ὑ­μᾶς. Τίς ἐν ὑ­μῖν ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον; ὑ­πα­κου­σά­τω τῆς φω­νῆς τοῦ παι­δὸς αὐ­τοῦ. Οἱ πο­ρευ­ό­με­νοι ἐν σκό­τει, καὶ οὐκ ἔ­στιν αὐ­τοῖς φῶς, πε­ποί­θα­τε ἐ­πὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου, καὶ ἀν­τι­στη­ρί­σα­σθε ἐ­πὶ τῷ Θε­ῷ. Ἰ­δοὺ πάν­τες ὑ­μεῖς ὡς πῦρ καί­ε­τε, καὶ κα­τι­σχύ­ε­τε φλό­γα· πο­ρεύ­ε­σθε τῷ φω­τὶ τοῦ πυ­ρὸς ὑ­μῶν, καὶ τῇ φλο­γὶ ᾗ ἐ­ξε­καύ­σα­τε· δι᾿ ἐ­μὲ ἐ­γέ­νε­το ταῦ­τα ὑ­μῖν, ἐν λύ­πῃ κοι­μη­θή­σε­σθε.

* * *

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ ἱ­ε­ρεύς·

Ὅ­τι ἅ­γι­ος εἶ, ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρί, καὶ τῷ Υἱ­ῷ, καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Καὶ ψάλ­λε­ται ὁ τρι­σά­γι­ος ὕ­μνος.

Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς. (τρίς)

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι. Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς.

Δύ­να­μις. Ἅ­γι­ος ὁ Θε­ός, ἅ­γι­ος ἰ­σχυ­ρός, ἅ­γι­ος ἀ­θά­να­τος· ἐ­λέ­η­σον ἡ­μᾶς.

Εἶ­τα ὁ ἀ­να­γνώ­στης·

* * *

Ο ΑΠΟΣΤΟΛΟΣ

Προ­κεί­με­νον. Ἦ­χος βα­ρύς. Ψαλ­μὸς β´ (2).

Οἱ ἄρ­χον­τες συ­νή­χθη­σαν ἐ­πὶ τὸ αὐ­τό, κα­τὰ τοῦ Κυ­ρί­ου καὶ κα­τὰ τοῦ Χρι­στοῦ αὐ­τοῦ.

Στίχ. Ἱ­να­τί ἐ­φρύ­α­ξαν ἔ­θνη καὶ λα­οὶ ἐ­με­λέ­τη­σαν κε­νά;

Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα (ια´ 23-32).

Ἀ­δελ­φοί, ἐ­γὼ πα­ρέ­λα­βον ἀ­πὸ τοῦ Κυ­ρί­ου, ὃ καὶ πα­ρέ­δω­κα ὑ­μῖν, ὅ­τι ὁ Κύ­ρι­ος Ἰ­η­σοῦς ἐν τῇ νυ­κτί, ᾗ πα­ρε­δί­δο­το, ἔ­λα­βεν ἄρ­τον, καὶ εὐ­χα­ρι­στή­σας ἔ­κλα­σε, καὶ εἶ­πε· Λά­βε­τε, φά­γε­τε· τοῦ­τό μού ἐ­στι τὸ σῶ­μα, τὸ ὑ­πὲρ ὑ­μῶν κλώ­με­νον· τοῦ­το ποι­εῖ­τε εἰς τὴν ἐ­μὴν ἀ­νά­μνη­σιν. Ὡ­σαύ­τως καὶ τὸ πο­τή­ρι­ον, με­τὰ τὸ δει­πνῆ­σαι, λέ­γων· Τοῦ­το τὸ πο­τή­ρι­ον, ἡ και­νὴ δι­α­θή­κη ἐ­στὶν ἐν τῷ ἐ­μῷ αἵ­μα­τι· τοῦ­το ποι­εῖ­τε, ὁ­σά­κις ἂν πί­νη­τε, εἰς τὴν ἐ­μὴν ἀ­νά­μνη­σιν. Ὁ­σά­κις γὰρ ἂν ἐ­σθί­η­τε τὸν ἄρ­τον τοῦ­τον, καὶ τὸ πο­τή­ρι­ον τοῦ­το πί­νη­τε, τὸν θά­να­τον τοῦ Κυ­ρί­ου κα­ταγ­γέλ­λε­τε, ἄ­χρις οὗ ἂν ἔλ­θῃ· Ὥ­στε, ὃς ἂν ἐ­σθί­ῃ τὸν ἄρ­τον τοῦ­τον, ἢ πί­νῃ τὸ πο­τή­ρι­ον τοῦ Κυ­ρί­ου ἀ­να­ξί­ως, ἔ­νο­χος ἔ­σται τοῦ σώ­μα­τος καὶ αἵ­μα­τος τοῦ Κυ­ρί­ου. Δο­κι­μα­ζέ­τω δὲ ἄν­θρω­πος ἑ­αυ­τόν, καὶ οὕ­τως ἐκ τοῦ ἄρ­του ἐ­σθι­έ­τω, καὶ ἐκ τοῦ πο­τη­ρί­ου πι­νέ­τω· ὁ γὰρ ἐ­σθί­ων καὶ πί­νων ἀ­να­ξί­ως, κρῖ­μα ἑ­αυ­τῷ ἐ­σθί­ει καὶ πί­νει, μὴ δι­α­κρί­νων τὸ σῶ­μα τοῦ Κυ­ρί­ου. Δι­ὰ τοῦ­το ἐν ὑ­μῖν πολ­λοὶ ἀ­σθε­νεῖς καὶ ἄῤ­ῥω­στοι, καὶ κοι­μῶν­ται ἱ­κα­νοί. Εἰ γὰρ ἑ­αυ­τοὺς δι­ε­κρί­νο­μεν, οὐκ ἂν ἐ­κρι­νό­με­θα. Κρι­νό­με­νοι δέ, ὑ­πὸ Κυ­ρί­ου παι­δευ­ό­με­θα, ἵ­να μὴ σὺν τῷ κό­σμῳ κα­τα­κρι­θῶ­μεν.

Ἀλ­λη­λού­ϊ­α. Ἦ­χος πλ. β´. Ψαλ­μὸς μ´ (40).

Στίχ. α´. Μα­κά­ρι­ος ὁ συ­νι­ῶν ἐ­πὶ πτω­χὸν καὶ πέ­νη­τα· ἐν ἡ­μέ­ρᾳ πο­νη­ρᾷ ῥύ­σε­ται αὐ­τὸν ὁ Κύ­ρι­ος.

Στίχ. β´. Οἱ ἐ­χθροί μου εἶ­πον κα­κά μοι· Πό­τε ἀ­πο­θα­νεῖ­ται, καὶ ἀ­πο­λεῖ­ται τὸ ὄ­νο­μα αὐ­τοῦ;

Στίχ. γ´. Ὁ ἐ­σθί­ων ἄρ­τους μου, ἐ­με­γά­λυ­νεν ἐπ᾿ ἐ­μὲ πτερ­νι­σμόν.

ΕΥΑΓΓΕΛΙΟΝ

Ὁ ἱ­ε­ρεύς· Σο­φί­α· ὀρ­θοί· ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου. Εἰ­ρή­νη πᾶ­σι.

Ὁ λα­ός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ ἀ­νά­γνω­σμα.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Ὁ ἱ­ε­ρεύς· Πρό­σχω­μεν.

Καὶ ὁ δι­ά­κο­νος ἀ­να­γι­νώ­σκει τὸ Εὐ­αγ­γέ­λι­ον.

(Ματθ. κϚ´ 1-20. Ἰω. ιγ´ 3-17. Ματθ. κϚ´ 21-39. Λουκ. κβ´ 43-44. Ματθ. κϚ´ 40-75, κζ´ 1-2).

Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ μα­θη­ταῖς· Οἴ­δα­τε ὅ­τι με­τὰ δύ­ο ἡ­μέ­ρας τὸ πά­σχα γί­νε­ται, καὶ ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται εἰς τὸ σταυ­ρω­θῆ­ναι.

Τό­τε συ­νή­χθη­σαν οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ γραμ­μα­τεῖς καὶ οἱ πρε­σβύ­τε­ροι τοῦ λα­οῦ, εἰς τὴν αὐ­λὴν τοῦ ἀρ­χι­ε­ρέ­ως τοῦ λε­γο­μέ­νου Κα­ϊ­ά­φα, καὶ συ­νε­βου­λεύ­σαν­το ἵ­να τὸν Ἰ­η­σοῦν δό­λῳ κρα­τή­σω­σι καὶ ἀ­πο­κτεί­νω­σιν. Ἔ­λε­γον δέ· μὴ ἐν τῇ ἑ­ορ­τῇ, ἵ­να μὴ θό­ρυ­βος γέ­νη­ται ἐν τῷ λα­ῷ.

Τοῦ δὲ Ἰ­η­σοῦ γε­νο­μέ­νου ἐν Βη­θα­νί­ᾳ ἐν οἰ­κί­ᾳ Σί­μω­νος τοῦ λε­προῦ, προ­σῆλ­θεν αὐ­τῷ γυ­νὴ ἀ­λά­βα­στρον μύ­ρου ἔ­χου­σα βα­ρυ­τί­μου, καὶ κα­τέ­χε­εν ἐ­πὶ τὴν κε­φα­λὴν αὐ­τοῦ ἀ­να­κει­μέ­νου. Ἰ­δόν­τες δὲ οἱ μα­θη­ταὶ αὐ­τοῦ ἠ­γα­νά­κτη­σαν λέ­γον­τες· Εἰς τί ἡ ἀ­πώ­λει­α αὕ­τη; Ἠ­δύ­να­το γὰρ τοῦ­το τὸ μύ­ρον πρα­θῆ­ναι πολ­λοῦ καὶ δο­θῆ­ναι τοῖς πτω­χοῖς. Γνοὺς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· Τί κό­πους πα­ρέ­χε­τε τῇ γυ­ναι­κί; Ἔρ­γον γὰρ κα­λὸν εἰρ­γά­σα­το εἰς ἐ­μέ. Τοὺς πτω­χοὺς γὰρ πάν­το­τε ἔ­χε­τε μεθ᾿ ἑ­αυ­τῶν, ἐ­μὲ δὲ οὐ πάν­το­τε ἔ­χε­τε. Βα­λοῦ­σα γὰρ αὕ­τη τὸ μύ­ρον τοῦ­το ἐ­πὶ τοῦ σώ­μα­τός μου, πρὸς τὸ ἐν­τα­φι­ά­σαι με ἐ­ποί­η­σεν. Ἀ­μὴν λέ­γω ὑ­μῖν, ὅ­που ἐ­ὰν κη­ρυ­χθῇ τὸ εὐ­αγ­γέ­λι­ον τοῦ­το ἐν ὅ­λῳ τῷ κό­σμῳ, λα­λη­θή­σε­ται καὶ ὃ ἐ­ποί­η­σεν αὕ­τη εἰς μνη­μό­συ­νον αὐ­τῆς.

Τό­τε πο­ρευ­θεὶς εἷς τῶν δώ­δε­κα, ὁ λε­γό­με­νος Ἰ­ού­δας Ἰ­σκα­ρι­ώ­της, πρὸς τοὺς ἀρ­χι­ε­ρεῖς εἶ­πε· Τί θέ­λε­τέ μοι δοῦ­ναι, καὶ ἐ­γὼ ὑ­μῖν πα­ρα­δώ­σω αὐ­τόν; Οἱ δὲ ἔ­στη­σαν αὐ­τῷ τρι­ά­κον­τα ἀρ­γύ­ρι­α. Καὶ ἀ­πὸ τό­τε ἐ­ζή­τει εὐ­και­ρί­αν ἵ­να αὐ­τὸν πα­ρα­δῷ.

Τῇ δὲ πρώ­τῃ τῶν ἀ­ζύ­μων προ­σῆλ­θον οἱ μα­θη­ταὶ τῷ Ἰ­η­σοῦ λέ­γον­τες αὐ­τῷ· Ποῦ θέ­λεις ἑ­τοι­μά­σω­μέν σοι φα­γεῖν τὸ πά­σχα; Ὁ δὲ εἶ­πεν· Ὑ­πά­γε­τε εἰς τὴν πό­λιν πρὸς τὸν δεῖ­να καὶ εἴ­πα­τε αὐ­τῷ· Ὁ δι­δά­σκα­λος λέ­γει, ὁ και­ρός μου ἐγ­γύς ἐ­στι· πρὸς σὲ ποι­ῶ τὸ πά­σχα με­τὰ τῶν μα­θη­τῶν μου. Καὶ ἐ­ποί­η­σαν οἱ μα­θη­ταὶ ὡς συ­νέ­τα­ξεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς, καὶ ἡ­τοί­μα­σαν τὸ πά­σχα. Ὀ­ψί­ας δὲ γε­νο­μέ­νης ἀ­νέ­κει­το με­τὰ τῶν δώ­δε­κα.

Εἰ­δὼς δὲ ὁ Ἰ­η­σοῦς ὅ­τι πάν­τα δέ­δω­κεν αὐ­τῷ ὁ πα­τὴρ εἰς τὰς χεῖ­ρας, καὶ ὅ­τι ἀ­πὸ Θε­οῦ ἐ­ξῆλ­θε καὶ πρὸς τὸν Θε­ὸν ὑ­πά­γει, ἐ­γεί­ρε­ται ἐκ τοῦ δεί­πνου καὶ τί­θη­σι τὰ ἱ­μά­τι­α, καὶ λα­βὼν λέν­τι­ον δι­έ­ζω­σεν ἑ­αυ­τόν· εἶ­τα βάλ­λει ὕ­δωρ εἰς τόν νι­πτῆ­ρα, καὶ ἤρ­ξα­το νί­πτειν τοὺς πό­δας τῶν μα­θη­τῶν καὶ ἐ­κμάσ­σειν τῷ λεν­τί­ῳ ᾧ ἦν δι­ε­ζω­σμέ­νος. Ἔρ­χε­ται οὖν πρὸς Σί­μω­να Πέ­τρον, καὶ λέ­γει αὐ­τῷ ἐ­κεῖ­νος· Κύ­ρι­ε, σύ μου νί­πτεις τοὺς πό­δας; Ἀ­πε­κρί­θη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῷ· Ὃ ἐ­γὼ ποι­ῶ, σὺ οὐκ οἶ­δας ἄρ­τι, γνώ­σῃ δὲ με­τὰ ταῦ­τα. Λέ­γει αὐ­τῷ Πέ­τρος· Οὐ μὴ νί­ψῃς τοὺς πό­δας μου εἰς τὸν αἰ­ῶ­να. Ἀ­πε­κρί­θη αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἐ­ὰν μὴ νί­ψω σε, οὐκ ἔ­χεις μέ­ρος μετ᾿ ἐ­μοῦ. Λέ­γει αὐ­τῷ Σί­μων Πέ­τρος· Κύ­ρι­ε, μὴ τοὺς πό­δας μου μό­νον, ἀλ­λὰ καὶ τὰς χεῖ­ρας καὶ τὴν κε­φα­λήν. Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ὁ λε­λου­μέ­νος οὐ χρεί­αν ἔ­χει ἢ τοὺς πό­δας νί­ψα­σθαι, ἀλλ᾿ ἔ­στι κα­θα­ρὸς ὅ­λος· καὶ ὑ­μεῖς κα­θα­ροί ἐ­στε, ἀλλ᾿ οὐ­χὶ πάν­τες. ᾜ­δει γὰρ τὸν πα­ρα­δι­δόν­τα αὐ­τόν· δι­ὰ τοῦ­το εἶ­πεν· Οὐ­χὶ πάν­τες κα­θα­ροί ἐ­στε.

Ὅ­τε οὖν ἔ­νι­ψε τοὺς πό­δας αὐ­τῶν καὶ ἔ­λα­βε τὰ ἱ­μά­τι­α αὐ­τοῦ, ἀ­να­πε­σὼν πά­λιν εἶ­πεν αὐ­τοῖς· Γι­νώ­σκε­τε τί πε­ποί­η­κα ἡ­μῖν; Ὑ­μεῖς φω­νεῖ­τέ με, ὁ Δι­δά­σκα­λος καὶ ὁ Κύ­ρι­ος, καὶ κα­λῶς λέ­γε­τε· εἰ­μὶ γάρ. Εἰ οὖν ἐ­γὼ ἔ­νι­ψα ὑ­μῶν τοὺς πό­δας, ὁ Κύ­ρι­ος καὶ ὁ Δι­δά­σκα­λος, καὶ ὑ­μεῖς ὀ­φεί­λε­τε ἀλ­λή­λων νί­πτειν τοὺς πό­δας. Ὑ­πό­δειγ­μα γὰρ δέ­δω­κα ὑ­μῖν, ἵ­να κα­θὼς ἐ­γὼ ἐ­ποί­η­σα ὑ­μῖν, καὶ ὑ­μεῖς ποι­ῆ­τε. Ἀ­μὴν ἀ­μὴν λέ­γω ὑ­μῖν, οὐκ ἔ­στι δοῦ­λος μεί­ζων τοῦ κυ­ρί­ου αὐ­τοῦ, οὐ­δὲ ἀ­πό­στο­λος μεί­ζων τοῦ πέμ­ψαν­τος αὐ­τόν. Εἰ ταῦ­τα οἴ­δα­τε, μα­κά­ρι­οί ἐ­στε ἐ­ὰν ποι­ῆ­τε αὐ­τά.

Καὶ ἐ­σθι­όν­των αὐ­τῶν εἶ­πεν· Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι εἷς ἐξ ὑ­μῶν πα­ρα­δώ­σει με. Καὶ λυ­πού­με­νοι σφό­δρα ἤρ­ξαν­το λέ­γειν αὐ­τῷ ἕ­κα­στος αὐ­τῶν· Μή­τι ἐ­γώ εἰ­μι, Κύ­ρι­ε; Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν· Ὁ ἐμ­βά­ψας μετ᾿ ἐ­μοῦ ἐν τῷ τρυ­βλί­ῳ τὴν χεῖ­ρα, οὗ­τός με πα­ρα­δώ­σει. Ὁ μὲν Υἱ­ὸς τοῦ ἀν­θρώ­που ὑ­πά­γει κα­θὼς γέ­γρα­πται πε­ρὶ αὐ­τοῦ· οὐ­αὶ δὲ τῷ ἀν­θρώ­πῳ ἐ­κεί­νῳ δι᾿ οὗ ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται· κα­λὸν ἦν αὐ­τῷ εἰ οὐκ ἐ­γεν­νή­θη ὁ ἄν­θρω­πος ἐ­κεῖ­νος. Ἀ­πο­κρι­θεὶς δὲ Ἰ­ού­δας ὁ πα­ρα­δι­δοὺς αὐ­τὸν εἶ­πε· Μή­τι ἐ­γώ εἰ­μι, ῥαβ­βί; Λέ­γει αὐ­τῷ· Σὺ εἶ­πας.

Ἐ­σθι­όν­των δὲ αὐ­τῶν λα­βὼν ὁ Ἰ­η­σοῦς τὸν ἄρ­τον καὶ εὐ­χα­ρι­στή­σας ἔ­κλα­σε καὶ ἐ­δί­δου τοῖς μα­θη­ταῖς καὶ εἶ­πε· Λά­βε­τε φά­γε­τε· τοῦ­τό ἐ­στι τὸ σῶ­μά μου· καὶ λα­βὼν τὸ πο­τή­ρι­ον καὶ εὐ­χα­ρι­στή­σας ἔ­δω­κεν αὐ­τοῖς λέ­γων· Πί­ε­τε ἐξ αὐ­τοῦ πάν­τες· τοῦ­το γάρ ἐ­στι τὸ αἷ­μά μου τὸ τῆς και­νῆς δι­α­θή­κης τὸ πε­ρὶ πολ­λῶν ἐκ­χυ­νό­με­νον εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Λέ­γω δὲ ὑ­μῖν ὅ­τι οὐ μὴ πί­ω ἀπ᾿ ἄρ­τι ἐκ τού­του τοῦ γε­νή­μα­τος τῆς ἀμ­πέ­λου ἕ­ως τῆς ἡ­μέ­ρας ἐ­κεί­νης, ὅ­ταν αὐ­τὸ πί­νω μεθ᾿ ὑ­μῶν και­νὸν ἐν τῇ βα­σι­λεί­ᾳ τοῦ πα­τρός μου.

Καὶ ὑ­μνή­σαν­τες ἐ­ξῆλ­θον εἰς τὸ ὄ­ρος τῶν ἐ­λαι­ῶν. Τό­τε λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Πάν­τες ὑ­μεῖς σκαν­δα­λι­σθή­σε­σθε ἐν ἐ­μοὶ ἐν τῇ νυ­κτὶ ταύ­τῃ, γέ­γρα­πται γάρ, «πα­τά­ξω τὸν ποι­μέ­να, καὶ δι­α­σκορ­πι­σθή­σον­ται τὰ πρό­βα­τα τῆς ποί­μνης»· με­τὰ δὲ τὸ ἐ­γερ­θῆ­ναί με προ­ά­ξω ὑ­μᾶς εἰς τὴν Γα­λι­λαί­αν. Ἀ­πο­κρι­θεὶς δὲ ὁ Πέ­τρος εἶ­πεν αὐ­τῷ· Εἰ πάν­τες σκαν­δα­λι­σθή­σον­ται ἐν σοί, ἐ­γὼ δὲ οὐ­δέ­πο­τε σκαν­δα­λι­σθή­σο­μαι. Ἔ­φη αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἀ­μὴν λέ­γω σοι ὅ­τι ἐν ταύ­τῃ τῇ νυ­κτί, πρὶν ἀ­λέ­κτο­ρα φω­νῆ­σαι, τρὶς ἀ­παρ­νή­σῃ με. Λέ­γει αὐ­τῷ ὁ Πέ­τρος· Κἂν δέ­ῃ με σύν σοι ἀ­πο­θα­νεῖν, οὐ μή σε ἀ­παρ­νή­σο­μαι. Ὁ­μοί­ως δὲ καὶ πάν­τες οἱ μα­θη­ταὶ εἶ­πον.

Τό­τε ἔρ­χε­ται μετ᾿ αὐ­τῶν ὁ Ἰ­η­σοῦς εἰς χω­ρί­ον λε­γό­με­νον Γεθ­ση­μα­νῆ, καὶ λέ­γει τοῖς μα­θη­ταῖς· Κα­θί­σα­τε αὐ­τοῦ ἕ­ως οὗ ἀ­πελ­θὼν προ­σεύ­ξω­μαι ἐ­κεῖ. Καὶ πα­ρα­λα­βὼν τὸν Πέ­τρον καὶ τοὺς δύ­ο υἱ­ούς Ζε­βε­δαί­ου ἤρ­ξα­το λυ­πεῖ­σθαι καὶ ἀ­δη­μο­νεῖν. Τό­τε λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Πε­ρί­λυ­πός ἐ­στιν ἡ ψυ­χή μου ἕ­ως θα­νά­του· μεί­να­τε ὧ­δε καὶ γρη­γο­ρεῖ­τε μετ᾿ ἐ­μοῦ. Καὶ προ­ελ­θὼν μι­κρὸν ἔ­πε­σεν ἐ­πὶ πρό­σω­πον αὐ­τοῦ προ­σευ­χό­με­νος καὶ λέ­γων· Πά­τερ μου, εἰ δυ­να­τόν ἐ­στι, πα­ρελ­θέ­τω ἀπ᾿ ἐ­μοῦ τὸ πο­τή­ρι­ον τοῦ­το· πλὴν οὐχ ὡς ἐ­γὼ θέ­λω, ἀλλ᾿ ὡς σύ.

Ὤ­φθη δὲ αὐ­τῷ ἄγ­γε­λος ἀπ᾿ οὐ­ρα­νοῦ ἐ­νι­σχύ­ων αὐ­τόν. Καὶ γε­νό­με­νος ἐν ἀ­γω­νί­ᾳ ἐ­κτε­νέ­στε­ρον προ­σηύ­χε­το. Ἐ­γέ­νε­το δὲ ὁ ἱ­δρὼς αὐ­τοῦ ὡ­σεὶ θρόμ­βοι αἵ­μα­τος κα­τα­βαί­νον­τες ἐ­πὶ τὴν γῆν.

Καὶ ἀ­να­στὰς ἀ­πὸ τῆς προ­σευ­χῆς, ἔρ­χε­ται πρὸς τοὺς μα­θη­τὰς καὶ εὑ­ρί­σκει αὐ­τοὺς κα­θεύ­δον­τας, καὶ λέ­γει τῷ Πέ­τρῳ· Οὕ­τως οὐκ ἰ­σχύ­σα­τε μί­αν ὥ­ραν γρη­γο­ρῆ­σαι μετ᾿ ἐ­μοῦ! Γρη­γο­ρεῖ­τε καὶ προ­σεύ­χε­σθε, ἵ­να μὴ εἰ­σέλ­θη­τε εἰς πει­ρα­σμόν· τὸ μὲν πνεῦ­μα πρό­θυ­μον, ἡ δὲ σὰρξ ἀ­σθε­νής. Πά­λιν ἐκ δευ­τέ­ρου ἀ­πελ­θὼν προ­σηύ­ξα­το λέ­γων· Πά­τερ μου, εἰ οὐ δύ­να­ται τοῦ­το τὸ πο­τή­ρι­ον πα­ρελ­θεῖν ἀπ᾿ ἐ­μοῦ ἐ­ὰν μὴ αὐ­τὸ πί­ω, γε­νη­θή­τω τὸ θέ­λη­μά σου. Καὶ ἐλ­θὼν εὑ­ρί­σκει αὐ­τοὺς πά­λιν κα­θεύ­δον­τας· ἦ­σαν γὰρ αὐ­τῶν οἱ ὀ­φθαλ­μοὶ βε­βα­ρη­μέ­νοι. Καὶ ἀ­φεὶς αὐ­τοὺς ἀ­πελ­θὼν πά­λιν προ­σηύ­ξα­το ἐκ τρί­του τὸν αὐ­τὸν λό­γον εἰ­πών. Τό­τε ἔρ­χε­ται πρὸς τοὺς μα­θη­τὰς αὐ­τοῦ καὶ λέ­γει αὐ­τοῖς· Κα­θεύ­δε­τε τὸ λοι­πὸν καὶ ἀ­να­παύ­ε­σθε! Ἰ­δοὺ ἤγ­γι­κεν ἡ ὥ­ρα καὶ ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­ται εἰς χεῖ­ρας ἁ­μαρ­τω­λῶν. Ἐ­γεί­ρε­σθε ἄ­γω­μεν· ἰ­δοὺ ἤγ­γι­κεν ὁ πα­ρα­δι­δούς με.

Καὶ ἔ­τι αὐ­τοῦ λα­λοῦν­τος ἰ­δοὺ Ἰ­ού­δας εἷς τῶν δώ­δε­κα ἦλ­θε, καὶ μετ᾿ αὐ­τοῦ ὄ­χλος πο­λὺς με­τὰ μα­χαι­ρῶν καὶ ξύ­λων ἀ­πὸ τῶν ἀρ­χι­ε­ρέ­ων καὶ πρε­σβυ­τέ­ρων τοῦ λα­οῦ. Ὁ δὲ πα­ρα­δι­δοὺς αὐ­τὸν ἔ­δω­κεν αὐ­τοῖς ση­μεῖ­ον λέ­γων· Ὃν ἂν φι­λή­σω, αὐ­τός ἐ­στι· κρα­τή­σα­τε αὐ­τόν. Καὶ εὐ­θέ­ως προ­σελ­θὼν τῷ Ἰ­η­σοῦ εἶ­πε· Χαῖ­ρε, ῥαβ­βί, καὶ κα­τε­φί­λη­σεν αὐ­τόν. Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τῷ· Ἑ­ταῖ­ρε, ἐφ᾿ ᾧ πά­ρει. Τό­τε προ­σελ­θόν­τες ἐ­πέ­βα­λον τὰς χεῖ­ρας ἐ­πὶ τὸν Ἰ­η­σοῦν καὶ ἐ­κρά­τη­σαν αὐ­τόν.

Καὶ ἰ­δοὺ εἷς τῶν με­τὰ Ἰ­η­σοῦ ἐ­κτεί­νας τὴν χεῖ­ρα ἀ­πέ­σπα­σε τὴν μά­χαι­ραν αὐ­τοῦ, καὶ πα­τά­ξας τὸν δοῦ­λον τοῦ ἀρ­χι­ε­ρέ­ως ἀ­φεῖ­λεν αὐ­τοῦ τὸ ὠ­τί­ον. Τό­τε λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἀ­πό­στρε­ψόν σου τὴν μά­χαι­ραν εἰς τὸν τό­πον αὐ­τῆς· πάν­τες γὰρ οἱ λα­βόν­τες μά­χαι­ραν ἐν μα­χαί­ρᾳ ἀ­πο­θα­νοῦν­ται. Ἢ δο­κεῖς ὅ­τι οὐ δύ­να­μαι ἄρ­τι πα­ρα­κα­λέ­σαι τὸν πα­τέ­ρα μου, καὶ πα­ρα­στή­σει μοι πλεί­ους ἢ δώ­δε­κα λε­γε­ῶ­νας ἀγ­γέ­λων; Πῶς οὖν πλη­ρω­θῶ­σιν αἱ γρα­φαὶ ὅ­τι οὕ­τω δεῖ γε­νέ­σθαι;

Ἐν ἐ­κεί­νῃ τῇ ὥ­ρᾳ εἶ­πεν ὁ Ἰ­η­σοῦς τοῖς ὄ­χλοις· Ὡς ἐ­πὶ λῃ­στὴν ἐ­ξήλ­θε­τε με­τὰ μα­χαι­ρῶν καὶ ξύ­λων συλ­λα­βεῖν με· καθ᾿ ἡ­μέ­ραν πρὸς ὑ­μᾶς ἐ­κα­θε­ζό­μην δι­δά­σκων ἐν τῷ ἱ­ε­ρῷ, καὶ οὐκ ἐ­κρα­τή­σα­τέ με. Τοῦ­το δὲ ὅ­λον γέ­γο­νεν ἵ­να πλη­ρω­θῶ­σιν αἱ γρα­φαὶ τῶν προ­φη­τῶν. Τό­τε οἱ μα­θη­ταὶ πάν­τες ἀ­φέν­τες αὐ­τὸν ἔ­φυ­γον.

Οἱ δὲ κρα­τή­σαν­τες τὸν Ἰ­η­σοῦν ἀ­πή­γα­γον πρὸς Κα­ϊ­ά­φαν τὸν ἀρ­χι­ε­ρέ­α, ὅ­που οἱ γραμ­μα­τεῖς καὶ οἱ πρε­σβύ­τε­ροι συ­νή­χθη­σαν. Ὁ δὲ Πέ­τρος ἠ­κο­λού­θει αὐ­τῷ ἀ­πὸ μα­κρό­θεν ἕ­ως τῆς αὐ­λῆς τοῦ ἀρ­χι­ε­ρέ­ως, καὶ εἰ­σελ­θὼν ἔ­σω ἐ­κά­θη­το με­τὰ τῶν ὑ­πη­ρε­τῶν ἰ­δεῖν τὸ τέ­λος. Οἱ δὲ ἀρ­χι­ε­ρεῖς καὶ οἱ πρε­σβύ­τε­ροι καὶ τὸ συ­νέ­δρι­ον ὅ­λον ἐ­ζή­τουν ψευ­δο­μαρ­τυ­ρί­αν κα­τὰ τοῦ Ἰ­η­σοῦ ὅ­πως θα­να­τώ­σω­σιν αὐ­τόν, καὶ οὐχ εὗ­ρον· καὶ πολ­λῶν ψευ­δο­μαρ­τύ­ρων προ­σελ­θόν­των, οὐχ εὗ­ρον. Ὕ­στε­ρον δὲ προ­σελ­θόν­τες δύ­ο ψευ­δο­μάρ­τυ­ρες εἶ­πον· Οὗ­τος ἔ­φη, δύ­να­μαι κα­τα­λῦ­σαι τὸν να­ὸν τοῦ Θε­οῦ καὶ δι­ὰ τρι­ῶν ἡ­με­ρῶν οἰ­κο­δο­μῆ­σαι αὐ­τόν. Καὶ ἀ­να­στὰς ὁ ἀρ­χι­ε­ρεὺς εἶ­πεν αὐ­τῷ· Οὐ­δὲν ἀ­πο­κρί­νῃ; Τί οὗ­τοί σου κα­τα­μαρ­τυ­ροῦ­σιν; Ὁ δὲ Ἰ­η­σοῦς ἐ­σι­ώ­πα. Καὶ ἀ­πο­κρι­θεὶς ὁ ἀρ­χι­ε­ρεὺς εἶ­πεν αὐ­τῷ· Ἐ­ξορ­κί­ζω σε κα­τὰ τοῦ Θε­οῦ τοῦ ζῶν­τος ἵ­να ἡ­μῖν εἴ­πῃς εἰ σὺ εἶ ὁ Χρι­στὸς ὁ Υἱ­ὸς τοῦ Θε­οῦ. Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Σὺ εἶ­πας· πλὴν λέ­γω ὑ­μῖν, ἀπ᾿ ἄρ­τι ὄ­ψε­σθε τὸν Υἱ­ὸν τοῦ ἀν­θρώ­που κα­θή­με­νον ἐκ δε­ξι­ῶν τῆς δυ­νά­με­ως καὶ ἐρ­χό­με­νον ἐ­πὶ τῶν νε­φε­λῶν τοῦ οὐ­ρα­νοῦ. Τό­τε ὁ ἀρ­χι­ε­ρεὺς δι­έῤ­ῥη­ξε τὰ ἱ­μά­τι­α αὐ­τοῦ λέ­γων ὅ­τι ἐ­βλα­σφή­μη­σε· τί ἔ­τι χρεί­αν ἔ­χο­μεν μαρ­τύ­ρων; Ἴ­δε νῦν ἠ­κού­σα­τε τὴν βλα­σφη­μί­αν αὐ­τοῦ· τί ὑ­μῖν δο­κεῖ; Οἱ δὲ ἀ­πο­κρι­θέν­τες εἶ­πον· Ἔ­νο­χος θα­νά­του ἐ­στί. Τό­τε ἐ­νέ­πτυ­σαν εἰς τὸ πρό­σω­πον αὐ­τοῦ καὶ ἐ­κο­λά­φι­σαν αὐ­τόν, οἱ δὲ ἐῤ­ῥά­πι­σαν λέ­γον­τες· Προ­φή­τευ­σον ἡ­μῖν Χρι­στέ, τίς ἐ­στιν ὁ παί­σας σε;

Ὁ δὲ Πέ­τρος ἔ­ξω ἐ­κά­θη­το ἐν τῇ αὐ­λῇ· καὶ προ­σῆλ­θεν αὐ­τῷ μί­α παι­δί­σκη λέ­γου­σα· καὶ σὺ ἦ­σθα με­τὰ Ἰ­η­σοῦ τοῦ Γα­λι­λαί­ου. Ὁ δὲ ἠρ­νή­σα­το ἔμ­προ­σθεν αὐ­τῶν λέ­γων· Οὐκ οἶ­δα τί λέ­γεις. Ἐ­ξελ­θόν­τα δὲ αὐ­τὸν εἰς τὸν πυ­λῶ­να εἶ­δεν αὐ­τὸν ἄλ­λη καὶ λέ­γει αὐ­τοῖς· Ἐ­κεῖ καὶ οὗ­τος ἦν με­τὰ Ἰ­η­σοῦ τοῦ Να­ζω­ραί­ου. Καὶ πά­λιν ἠρ­νή­σα­το μεθ᾿ ὅρ­κου ὅ­τι οὐκ οἶ­δα τὸν ἄν­θρω­πον. Με­τὰ μι­κρὸν δὲ προ­σελ­θόν­τες οἱ ἑ­στῶ­τες εἶ­πον τῷ Πέ­τρῳ· Ἀ­λη­θῶς καὶ σὺ ἐξ αὐ­τῶν εἶ· καὶ γὰρ ἡ λα­λι­ά σου δῆ­λόν σε ποι­εῖ. Τό­τε ἤρ­ξα­το κα­τα­θε­μα­τί­ζειν καὶ ὀ­μνύ­ειν ὅ­τι οὐκ οἶ­δα τὸν ἄν­θρω­πον· καὶ εὐ­θέ­ως ἀ­λέ­κτωρ ἐ­φώ­νη­σε. Καὶ ἐ­μνή­σθη ὁ Πέ­τρος τοῦ ρή­μα­τος Ἰ­η­σοῦ εἰ­ρη­κό­τος αὐ­τῷ ὅ­τι, πρὶν ἀ­λέ­κτο­ρα φω­νῆ­σαι τρὶς ἀ­παρ­νή­σῃ με. Καὶ ἐ­ξελ­θὼν ἔ­ξω ἔ­κλαυ­σε πι­κρῶς.

Πρω­ΐ­ας δὲ γε­νο­μέ­νης συμ­βού­λι­ον ἔ­λα­βον πάν­τες οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ πρε­σβύ­τε­ροι τοῦ λα­οῦ κα­τὰ τοῦ Ἰ­η­σοῦ ὥ­στε θα­να­τῶ­σαι αὐ­τόν· καὶ δή­σαν­τες αὐ­τὸν ἀ­πή­γα­γον καὶ πα­ρέ­δω­καν αὐ­τὸν Πον­τί­ῳ Πι­λά­τῳ τῷ ἡ­γε­μό­νι.

Ὁ λα­ός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Καὶ κα­θε­ξῆς ἡ Θ. Λει­τουρ­γί­α τοῦ Με­γά­λου Βα­σι­λεί­ου.

* * *

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

Εἶ­τα ὁ δι­ά­κο­νος (ἢ ὁ ἱ­ε­ρεὺς) τὴν ἐ­κτε­νῆ δέ­η­σιν, ὁ δὲ λα­ὸς εἰς ἑ­κά­στην δέ­η­σιν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (τρίς), εἰς δὲ τὴν τε­λευ­ταί­αν ἅ­παξ.

Εἴ­πω­μεν πάν­τες ἐξ ὅ­λης τῆς ψυ­χῆς καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας ἡ­μῶν εἴ­πω­μεν.

Κύ­ρι­ε παν­το­κρά­τορ, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του (τῆς ἁγίας μονῆς ταύτης) καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των, καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Ὁ δι­ά­κο­νος λέ­γει τὰς ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­ή­σεις, τοῦ χο­ροῦ λέ­γον­τος εἰς ἑ­κά­στην τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Εὔ­ξα­σθε, οἱ κα­τη­χού­με­νοι, τῷ Κυ­ρί­ῳ.

Οἱ πι­στοὶ ὑ­πὲρ τῶν κα­τη­χου­μέ­νων δε­η­θῶ­μεν·

Ἵ­να ὁ Κύ­ρι­ος αὐ­τοὺς ἐ­λε­ή­σῃ·

Κα­τη­χή­σῃ αὐ­τοὺς τὸν λό­γον τῆς ἀ­λη­θεί­ας·

Ἀ­πο­κα­λύ­ψῃ αὐ­τοῖς τὸ εὐ­αγ­γέ­λι­ον τῆς δι­και­ο­σύ­νης·

Ἑ­νώ­σῃ αὐ­τοὺς τῇ ἁ­γί­ᾳ αὐ­τοῦ κα­θο­λι­κῇ καὶ ἀ­πο­στο­λι­κῇ Ἐκ­κλη­σί­ᾳ.

Σῶ­σον, ἐ­λέ­η­σον, ἀν­τι­λα­βοῦ καὶ δι­α­φύ­λα­ξον αὐ­τούς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Οἱ κα­τη­χού­με­νοι τὰς κε­φα­λὰς ὑ­μῶν τῷ Κυ­ρί­ῳ κλί­να­τε.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ἵ­να καὶ αὐ­τοὶ σὺν ἡ­μῖν δο­ξά­ζω­σι τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ ὁ ἱ­ε­ρεὺς ποι­ή­σας δι­ὰ τοῦ ἱ. Εὐ­αγ­γε­λί­ου σταυ­ρὸν ἐ­πὶ τοῦ εἰ­λη­τοῦ ἀ­πο­θέ­τει αὐ­τὸ εἰς τὸ ἄ­νω μέ­ρος τῆς ἁ­γί­ας Τρα­πέ­ζης καὶ ἐ­ξα­πλοῖ τὸ εἰ­λη­τόν.

Ὁ δὲ δι­ά­κο­νος λέ­γει·

Ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· οἱ κα­τη­χού­με­νοι προ­έλ­θε­τε· ὅ­σοι κα­τη­χού­με­νοι προ­έλ­θε­τε· μή τις τῶν κα­τη­χου­μέ­νων.

* * *

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

Ὁ δι­ά­κο­νος·

Ὅ­σοι πι­στοί, ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ πά­λιν ὁ δι­ά­κο­νος·

Ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος·

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Σο­φί­α.

Καὶ εἰ­σέρ­χε­ται εἰς τὸ Ἱ­ε­ρόν.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­πως ὑ­πὸ τοῦ κρά­τους σου πάν­το­τε φυ­λατ­τό­με­νοι, σοὶ δό­ξαν ἀ­να­πέμ­πω­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ

Ἀν­τὶ Χε­ρου­βι­κοῦ ψάλ­λε­ται τὸ ἑ­ξῆς·

Ἦ­χος πλ. β´.

Τοῦ Δεί­πνου σου τοῦ μυ­στι­κοῦ, σή­με­ρον Υἱ­ὲ Θε­οῦ, κοι­νω­νόν με πα­ρά­λα­βε· οὐ μὴ γὰρ τοῖς ἐ­χθροῖς σου, τὸ Μυ­στή­ρι­ον εἴ­πω, οὐ φί­λη­μά σοι δώ­σω, κα­θά­περ ὁ Ἰ­ού­δας· ἀλλ᾿ ὡς ὁ λῃ­στὴς ὁ­μο­λο­γῶ σοι· Μνή­σθη­τί μου Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

* * *

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Πλη­ρω­θέν­τος τοῦ Χε­ρου­βι­κοῦ ὕ­μνου λέ­γει ὁ δι­ά­κο­νος·

Πλη­ρώ­σω­μεν τὴν ἑ­σπε­ρι­νὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ὑ­πὲρ τῶν προ­τε­θέν­των τι­μί­ων δώ­ρων τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ἁ­γί­ου οἴ­κου τού­του καὶ τῶν με­τὰ πί­στε­ως, εὐ­λα­βεί­ας καὶ φό­βου Θε­οῦ εἰ­σι­όν­των ἐν αὐ­τῷ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὑ­πὲρ τοῦ ῥυ­σθῆ­ναι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, ὀρ­γῆς, κιν­δύ­νου καὶ ἀ­νάγ­κης τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Ὁ χο­ρός· Πα­ρά­σχου, Κύ­ρι­ε.

Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.

Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν, τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.

Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν τῆς προ­σκο­μι­δῆς καὶ τὴν ἐκ­φώ­νη­σιν

Δι­ὰ τῶν οἰ­κτιρ­μῶν τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΣΠΑΣΜΟΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑ

Ὁ ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Ἀ­γα­πή­σω­μεν ἀλ­λή­λους, ἵ­να ἐν ὁ­μο­νοί­ᾳ ὁ­μο­λο­γή­σω­μεν.

Ὁ χο­ρός· Πα­τέ­ρα, Υἱ­ὸν * καὶ ἅ­γι­ον Πνεῦ­μα, * Τρι­ά­δα ὁ­μο­ού­σι­ον * καὶ ἀ­χώ­ρι­στον.

Ὁ δι­ά­κο­νος· Τὰς θύ­ρας, τὰς θύ­ρας· ἐν σο­φί­ᾳ πρό­σχω­μεν.

Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ

Τὸ Σύμβολον τῆς πίστεως.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τόν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα, οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ Κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

* * *

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

Ὁ δι­ά­κο­νος· Στῶ­μεν κα­λῶς· στῶ­μεν με­τὰ φό­βου· πρό­σχω­μεν τὴν ἁ­γί­αν ἀ­να­φο­ρὰν ἐν εἰ­ρή­νῃ προ­σφέ­ρειν.

Ὁ α´ χο­ρός· Ἔ­λε­ον εἰ­ρή­νης, θυ­σί­αν αἰ­νέ­σε­ως.

Ὁ ἱ­ε­ρεύς·

Ἡ χά­ρις τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ καὶ ἡ ἀ­γά­πη τοῦ Θε­οῦ καὶ Πα­τρὸς καὶ ἡ κοι­νω­νί­α τοῦ ἁ­γί­ου Πνεύ­μα­τος εἴ­η με­τὰ πάν­των ὑ­μῶν.

Ὁ β´ χο­ρός· Καὶ με­τὰ τοῦ πνεύ­μα­τός σου.

Ὁ ἱ­ε­ρεύς· Ἄ­νω σχῶ­μεν τὰς καρ­δί­ας.

Ὁ α´ χο­ρός· Ἔ­χο­μεν πρὸς τὸν Κύ­ρι­ον.

Ὁ ἱ­ε­ρεύς· Εὐ­χα­ρι­στή­σω­μεν τῷ Κυ­ρί­ῳ.

Ὁ β´ χο­ρός· Ἄ­ξι­ον καὶ δί­και­ον.

Καὶ ὁ ἱ­ε­ρεὺς ἀ­πάρ­χε­ται τῆς ἁ­γί­ας ἀ­να­φο­ρᾶς, ἐν τέ­λει λέ­γει ἐκ­φώ­νως·

Τὸν ἐ­πι­νί­κι­ον ὕ­μνον ᾄ­δον­τα, βο­ῶν­τα, κε­κρα­γό­τα καὶ λέ­γον­τα.

Ὁ α´ χο­ρός· Ἅ­γι­ος, ἅ­γι­ος, ἅ­γι­ος Κύ­ρι­ος Σα­βα­ώθ, * πλή­ρης ὁ οὐ­ρα­νὸς * καὶ ἡ γῆ τῆς δό­ξης σου. * Ὡ­σαν­νὰ ἐν τοῖς ὑ­ψί­στοις· * εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος * ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου. * Ὡ­σαν­νὰ ἐν τοῖς ὑ­ψί­στοις.

Ὁ δὲ ἱ­ε­ρεὺς κλι­νό­με­νος ἐ­πεύ­χε­ται καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Ἔ­δω­κε τοῖς ἁ­γί­οις αὐ­τοῦ μα­θη­ταῖς καὶ ἀ­πο­στό­λοις εἰ­πών· Λά­βε­τε, φά­γε­τε· τοῦ­τό μού ἐ­στι τὸ Σῶ­μα, τὸ ὑ­πὲρ ὑ­μῶν κλώ­με­νον εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ πά­λιν ἐ­πεύ­χε­ται ὁ ἱ­ε­ρεύς, καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Ἔ­δω­κε τοῖς ἁ­γί­οις αὐ­τοῦ μα­θη­ταῖς καὶ ἀ­πο­στό­λοις εἰ­πών· Πί­ε­τε ἐξ αὐ­τοῦ πάν­τες· τοῦ­τό ἐ­στι τὸ Αἷ­μά μου, τὸ τῆς και­νῆς δι­α­θή­κης, τὸ ὑ­πὲρ ὑ­μῶν καὶ πολ­λῶν ἐκ­χυ­νό­με­νον εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς κλι­νό­με­νος ἐ­πεύ­χε­ται καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προ­σφέ­ρον­τες κα­τὰ πάν­τα καὶ δι­ὰ πάν­τα.

Ὁ β´ χο­ρός· Σὲ ὑ­μνοῦ­μεν, * σὲ εὐ­λο­γοῦ­μεν, * σοὶ εὐ­χα­ρι­στοῦ­μεν, Κύ­ρι­ε, * καὶ δε­ό­με­θά σου, ὁ Θε­ὸς ἡ­μῶν.

Ὁ δὲ ἱ­ε­ρεὺς κλί­νας τὴν κε­φα­λὴν με­τὰ πά­σης κα­τα­νύ­ξε­ως εὔ­χε­ται, σφρα­γί­ζει τὰ τί­μι­α δῶ­ρα, εἶ­τα ἐ­πεύ­χε­ται καὶ θυ­μι­ῶν τρὶς ἐκ γ´ τὰ ἅ­γι­α λέ­γει ἐκ­φώ­νως·

Ἐ­ξαι­ρέ­τως τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας.

Ὁ χο­ρὸς τὸ κά­τω­θι με­γα­λυ­νά­ρι­ον·

Ἐ­πὶ σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, * πᾶ­σα ἡ κτί­σις, * ἀγ­γέ­λων τὸ σύ­στη­μα * καὶ ἀν­θρώ­πων τὸ γέ­νος, * ἡ­γι­α­σμέ­νε να­ὲ * καὶ πα­ρά­δει­σε λο­γι­κέ, * παρ­θε­νι­κὸν καύ­χη­μα, * ἐξ ἧς Θε­ὸς ἐ­σαρ­κώ­θη * καὶ παι­δί­ον γέ­γο­νεν * ὁ πρὸ αἰ­ώ­νων ὑ­πάρ­χων Θε­ὸς ἡ­μῶν· * τὴν γὰρ σὴν μή­τραν * θρό­νον ἐ­ποί­η­σε * καὶ τὴν σὴν γα­στέ­ρα * πλα­τυ­τέ­ραν οὐ­ρα­νῶν ἀ­πειρ­γά­σα­το. * Ἐ­πὶ σοὶ χαί­ρει, Κε­χα­ρι­τω­μέ­νη, * πᾶ­σα ἡ κτί­σις· δό­ξα σοι.

Καὶ πά­λιν ἐ­πεύ­χε­ται ὁ ἱ­ε­ρεύς, καὶ εἶ­τα λέ­γει ἐκ­φώ­νως·

Ἐν πρώ­τοις μνή­σθη­τι, Κύ­ρι­ε, τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος), ὃν χά­ρι­σαι ταῖς ἁ­γί­αις σου Ἐκ­κλη­σί­αις ἐν εἰ­ρή­νῃ, σῷ­ον, ἔν­τι­μον, ὑ­γι­ᾶ, μα­κρο­η­με­ρεύ­ον­τα καὶ ὀρ­θο­το­μοῦν­τα τὸν λό­γον τῆς σῆς ἀ­λη­θεί­ας.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ δι­ά­κο­νος· Καὶ ὧν ἕ­κα­στος κα­τὰ δι­ά­νοι­αν ἔ­χει, καὶ πάν­των καὶ πα­σῶν.

Ὁ χο­ρός· Καὶ πάν­των καὶ πα­σῶν.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Καὶ δὸς ἡ­μῖν, ἐν ἑ­νὶ στό­μα­τι καὶ μι­ᾷ καρ­δί­ᾳ, δο­ξά­ζειν καὶ ἀ­νυ­μνεῖν τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν·

Καὶ ἔ­σται τὰ ἐ­λέ­η τοῦ με­γά­λου Θε­οῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ με­τὰ πάν­των ὑ­μῶν.

Ὁ χο­ρός· Καὶ με­τὰ τοῦ πνεύ­μα­τός σου.

* * *

ΔΕΗΣΕΙΣ - Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Ὁ δι­ά­κο­νος·

Πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἔ­τι καὶ ἔ­τι ἐν εἰ­ρή­νῃ τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον. Ὁ­μοί­ως καὶ εἰς τὰς ἐ­φε­ξῆς δε­ή­σεις.

Ὑ­πὲρ τῶν προ­σκο­μι­σθέν­των καὶ ἁ­γι­α­σθέν­των τι­μί­ων δώ­ρων τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὅ­πως ὁ φι­λάν­θρω­πος Θε­ὸς ἡ­μῶν, ὁ προσ­δε­ξά­με­νος αὐ­τὰ εἰς τὸ ἅ­γι­ον καὶ ὑ­πε­ρου­ρά­νι­ον καὶ νο­ε­ρὸν αὐ­τοῦ θυ­σι­α­στή­ρι­ον εἰς ὀ­σμὴν εὐ­ω­δί­ας πνευ­μα­τι­κῆς, ἀν­τι­κα­τα­πέμ­ψῃ ἡ­μῖν τὴν θεί­αν χά­ριν καὶ τὴν δω­ρε­ὰν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος δε­η­θῶ­μεν.

Τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ τὴν κοι­νω­νί­αν τοῦ ἁ­γί­ου Πνεύ­μα­τος αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Καὶ κα­τα­ξί­ω­σον ἡ­μᾶς, Δέ­σπο­τα, με­τὰ παῤ­ῥη­σί­ας, ἀ­κα­τα­κρί­τως τολ­μᾶν ἐ­πι­κα­λεῖ­σθαι σὲ τὸν ἐ­που­ρά­νι­ον Θε­ὸν Πα­τέ­ρα καὶ λέ­γειν·

Ὁ προεστὼς ἀπαγγέλλει μετὰ τοῦ λαοῦ·

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου, ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον· καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΚΕΦΑΛΟΚΛΙΣΙΑ

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ δι­ά­κο­νος· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς κλι­νό­με­νος τὴν εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Χά­ρι­τι καὶ οἰ­κτιρ­μοῖς καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΥΨΩΣΙΣ - ΚΛΑΣΙΣ - ΜΕΤΑΛΗΨΙΣ

Ὁ ἱ­ε­ρεὺς ἐ­πεύ­χε­ται καὶ προ­σκυ­νεῖ τρὶς λέ­γων καθ᾿ ἑ­αυ­τόν· Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ καὶ ἐ­λέ­η­σόν με.

Εἶ­τα ὁ δι­ά­κο­νος ἐκ­φω­νεῖ· Πρό­σχω­μεν.

Καὶ ὁ ἱ­ε­ρεὺς ὑ­ψῶν τὸν ἅ­γι­ον Ἄρ­τον ἐκ­φω­νεῖ·

Τὰ ἅ­γι­α τοῖς ἁ­γί­οις.

Ὁ χο­ρός· Εἷς ἅ­γι­ος, εἷς Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν.

Καὶ ψάλ­λει τὸ κοι­νω­νι­κὸν τῆς ἡ­μέ­ρας·

Ἦ­χος πλ. β´.

Τοῦ Δεί­πνου σου τοῦ μυ­στι­κοῦ, σή­με­ρον Υἱ­ὲ Θε­οῦ, κοι­νω­νόν με πα­ρά­λα­βε· οὐ μὴ γὰρ τοῖς ἐ­χθροῖς σου, τὸ Μυ­στή­ρι­ον εἴ­πω, οὐ φί­λη­μά σοι δώ­σω, κα­θά­περ ὁ Ἰ­ού­δας· ἀλλ᾿ ὡς ὁ λῃ­στὴς ὁ­μο­λο­γῶ σοι· Μνή­σθη­τί μου Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Με­τὰ τὴν με­τά­λη­ψιν τῶν ἐν τῷ βή­μα­τι ὁ δι­ά­κο­νος ἐμ­βάλ­λει εἰς τὸ ἅ­γι­ον πο­τή­ρι­ον τὰς με­ρί­δας τοῦ ἁ­γί­ου Ἄρ­του καὶ ἐκ­φω­νεῖ πρὸς τὸν λα­όν·

Με­τὰ φό­βου Θε­οῦ, πί­στε­ως καὶ ἀ­γά­πης προ­σέλ­θε­τε.

Καὶ ὁ ἱ­ε­ρεὺς με­τα­δί­δει εἰς ἕ­να ἕ­κα­στον δι­ὰ τῆς λα­βί­δος.

Με­τὰ δὲ τὴν θεί­αν με­τά­λη­ψιν, εὐ­λο­γεῖ ὁ ἱ­ε­ρεὺς τὸν λα­ὸν λέ­γων·

Σῶ­σον, ὁ Θε­ός, τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου.

Ὁ χο­ρός, ἀν­τὶ τοῦ· Εἴ­δο­μεν·

Ἦ­χος πλ. β´.

Τοῦ Δεί­πνου σου τοῦ μυ­στι­κοῦ, σή­με­ρον Υἱ­ὲ Θε­οῦ, κοι­νω­νόν με πα­ρά­λα­βε· οὐ μὴ γὰρ τοῖς ἐ­χθροῖς σου, τὸ Μυ­στή­ρι­ον εἴ­πω, οὐ φί­λη­μά σοι δώ­σω, κα­θά­περ ὁ Ἰ­ού­δας· ἀλλ᾿ ὡς ὁ λῃ­στὴς ὁ­μο­λο­γῶ σοι· Μνή­σθη­τί μου Κύ­ρι­ε, ὅ­ταν ἔλ­θῃς ἐν τῇ βα­σι­λεί­ᾳ σου.

Εἰς τό· Πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ
εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ἦ­χος β´.

Πλη­ρω­θή­τω τὸ στό­μα ἡ­μῶν * αἰ­νέ­σε­ώς σου, Κύ­ρι­ε, * ὅ­πως ἀ­νυ­μνή­σω­μεν τὴν δό­ξαν σου, * ὅ­τι ἠ­ξί­ω­σας ἡ­μᾶς * τῶν ἁ­γί­ων σου με­τα­σχεῖν μυ­στη­ρί­ων· * τή­ρη­σον ἡ­μᾶς ἐν τῷ σῷ ἁ­γι­α­σμῷ, * ὅ­λην τὴν ἡ­μέ­ραν * με­λε­τῶν­τας τὴν δι­και­ο­σύ­νην σου. * Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α.

* * *

ΕΥΧΑΡΙΣΤΙΑ

Ὁ δι­ά­κο­νος·

Ὀρ­θοί· με­τα­λα­βόν­τες τῶν θεί­ων, ἁ­γί­ων, ἀ­χράν­των, ἀ­θα­νά­των, ἐ­που­ρα­νί­ων καὶ ζω­ο­ποι­ῶν, φρι­κτῶν τοῦ Χρι­στοῦ μυ­στη­ρί­ων, ἀ­ξί­ως εὐ­χα­ρι­στή­σω­μεν τῷ Κυ­ρί­ῳ.

Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῇ σῇ χά­ρι­τι.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Τὴν ἑ­σπέ­ραν πᾶ­σαν τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον αἰ­τη­σά­με­νοι, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς τὴν εὐ­χα­ρι­στή­ρι­ον εὐ­χὴν καὶ τὴν ἐκ­φώ­νη­σιν·

Ὅ­τι σὺ εἶ ὁ ἁ­γι­α­σμὸς ἡ­μῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων·

Καὶ λέ­γων τοῦ­το λαμ­βά­νει τὸ ἱ. Εὐ­αγ­γέ­λι­ον καὶ ποι­ή­σας δι᾿ αὐ­τοῦ τὸ ση­μεῖ­ον τοῦ σταυ­ροῦ ἐ­πὶ τοῦ ἤ­δη δι­πλω­θέν­τος εἰ­λη­τοῦ ἐ­πι­θέ­τει αὐ­τὸ ἐπ᾿ αὐ­τοῦ.

Ὁ χο­ρός· Ἀ­μήν.

* * *

ΑΠΟΛΥΣΙΣ

Ὁ ἱ­ε­ρεύς· Ἐν εἰ­ρή­νῃ προ­έλ­θω­μεν.

Ὁ χο­ρός· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Καὶ ὁ ἱ­ε­ρεὺς ἐ­ξελ­θὼν τῆς Ὡ­ραί­ας Πύ­λης ἀ­να­γι­νώ­σκει με­γα­λο­φώ­νως ἔμ­προ­σθεν τῆς εἰ­κό­νος τοῦ Χρι­στοῦ τὴν εὐ­χὴν ταύ­την·

Ὁ θυ­σί­αν αἰ­νέ­σε­ως καὶ λα­τρεί­αν εὐ­ά­ρε­στον, τὴν λο­γι­κὴν ταύ­την καὶ ἀ­ναί­μα­κτον θυ­σί­αν προσ­δε­χό­με­νος πα­ρὰ τῶν ἐ­πι­κα­λου­μέ­νων σε ἐν ὅ­λῃ καρ­δί­ᾳ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ ἀ­μνὸς καὶ Υἱ­ὸς τοῦ Θε­οῦ ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ὁ μό­σχος ὁ ἄ­μω­μος, ὁ μὴ δε­χό­με­νος ἁ­μαρ­τί­ας ζυ­γὸν καὶ τυ­θεὶς δι᾿ ἡ­μᾶς ἑ­κών· ὁ με­λι­ζό­με­νος καὶ μὴ δι­αι­ρού­με­νος, ὁ ἐ­σθι­ό­με­νος καὶ μη­δέ­πο­τε δα­πα­νώ­με­νος, τοὺς δὲ ἐ­σθί­ον­τας ἁ­γι­ά­ζων· ὁ εἰς ἀ­νά­μνη­σιν τοῦ ἑ­κου­σί­ου πά­θους σου καὶ τῆς ζω­ο­ποι­οῦ τρι­η­μέ­ρου ἐ­γέρ­σε­ώς σου κοι­νω­νοὺς ἡ­μᾶς ἀ­να­δεί­ξας τῶν ἀῤ­ῥή­των καὶ ἐ­που­ρα­νί­ων καὶ φρι­κτῶν σου μυ­στη­ρί­ων, τοῦ ἁ­γί­ου σου Σώ­μα­τος καὶ τοῦ τι­μί­ου σου Αἵ­μα­τος· τή­ρη­σον ἡ­μᾶς τοὺς δού­λους σου, τοὺς δι­α­κό­νους καὶ τοὺς πι­στοὺς ἡ­μῶν βα­σι­λεῖς καὶ τὸν φι­λό­χρι­στον στρα­τὸν καὶ τὸν πε­ρι­ε­στῶ­τα λα­ὸν ἐν τῷ σῷ ἁ­γι­α­σμῷ.

Καὶ δὸς ἡ­μῖν ἐν παν­τὶ χρό­νῳ καὶ και­ρῷ με­λε­τᾶν τὴν σὴν δι­και­ο­σύ­νην, ὅ­πως, πρὸς τὸ σὸν θέ­λη­μα ὁ­δη­γη­θέν­τες καὶ τὰ εὐ­ά­ρε­στά σοι ποι­ή­σαν­τες, ἄ­ξι­οι γε­νώ­με­θα καὶ τῆς ἐκ δε­ξι­ῶν σου πα­ρα­στά­σε­ως, ὅ­ταν ἐ­λεύ­σῃ κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς. Τοὺς ἐν αἰχ­μα­λω­σί­ᾳ ἀ­δελ­φοὺς ἡ­μῶν ἀ­νάῤ­ῥυ­σαι, τοὺς ἐν ἀ­σθε­νεί­ᾳ ἐ­πί­σκε­ψαι, τοὺς ἐν κιν­δύ­νοις θα­λάσ­σης κυ­βέρ­νη­σον καὶ τὰς προ­α­να­παυ­σα­μέ­νας ψυ­χὰς ἐπ᾿ ἐλ­πί­δι ζω­ῆς αἰ­ω­νί­ου ἀ­νά­παυ­σον, ὅ­που ἐ­πι­σκο­πεῖ τὸ φῶς τοῦ προ­σώ­που σου, καὶ πάν­των τῶν δε­ο­μέ­νων τῆς σῆς βο­η­θεί­ας ἐ­πά­κου­σον.

Ὅ­τι σὺ εἶ ὁ δο­τὴρ τῶν ἀ­γα­θῶν καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν σὺν τῷ ἀ­νάρ­χῳ σου Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν. Καὶ ψάλ­λει εἶς ἦ­χον β´.

Εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον * ἀ­πὸ τοῦ νῦν καὶ ἕ­ως τοῦ αἰ­ῶ­νος. (τρίς)

Ὁ δὲ ἱ­ε­ρεὺς ἀ­πέρ­χε­ται εἰς τὴν Πρό­θε­σιν καὶ λέ­γει χα­μη­λο­φώ­νως τὴν εὐ­χὴν ἐν τῷ συ­στεῖ­λαι τὰ ἅ­γι­α καὶ τὴν ἐκ­φώ­νη­σιν.

Ὁ δι­ά­κο­νος· Τοῦ Κυ­ρί­ου δε­η­θῶ­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν·

Εὐ­λο­γί­α Κυ­ρί­ου καὶ ἔ­λε­ος ἔλ­θοι ἐφ᾿ ὑ­μᾶς, τῇ αὐ­τοῦ χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ με­τὰ τοῦ­το ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ὁ δι᾿ ὑ­περ­βάλ­λου­σαν ἀ­γα­θό­τη­τα ὁ­δὸν ἀ­ρί­στην τὴν τα­πεί­νω­σιν ὑ­πο­δεί­ξας ἐν τῷ νί­ψαι τοὺς πό­δας τῶν μα­θη­τῶν καὶ μέ­χρι σταυ­ροῦ καὶ τα­φῆς συγ­κα­τα­βὰς ἡ­μῖν Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου αὐ­τοῦ μη­τρός, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ σταυ­ροῦ, προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των, ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

* * * * *


Εκτύπωση   Email